De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

11 Τίνος μὲν οὖν ἕνεκέν ἐστιν ἕκαστον τῶν σπλάγχνων, εἴρηται, γέγονε δʼ ἐξ ἀνάγκης ἐπὶ τοῖς ἐντὸς πέρασι τῶν φλεβῶν· ἐξιέναι τε γὰρ ἰκμάδα ἀναγκαῖον, καὶ ταύτην αἱματικήν, ἐξ ἧς συνισταμένης [*](b) καὶ πηγνυμένης γίνεσθαι τὸ σῶμα τῶν σπλάγχνων. διόπερ αἱματικά, καὶ αὐτοῖς μὲν ὁμοίαν ἔχουσι τὴν τοῦ σώματος φύσιν, τοῖς δʼ ἄλλοις ἀνομοίαν. πάντα δὲ τὰ σπλάγχνα ἐν ὑμένι ἐστίν· προβολῆς τε γὰρ δεῖ

89
πρὸς τὸ ἀπαθῆ εἶναι, καὶ ταύτης ἐλαφρᾶς, ὁ δʼ ὑμὴν τὴν φύσιν τοιοῦτος· πυκνὸς μὲν γὰρ ὥστʼ ἀποστέγειν, ἄσαρκος δὲ ὥστε μὴ ἕλκειν μηδʼ ἔχειν ἰκμάδα, λεπτὸς δʼ, ὅπως κοῦφος ᾖ καὶ μηδὲν ποιῇ βάρος.

μέγιστοι δὲ καὶ ἰσχυρὸτατοι τῶν ὑμένων εἰσὶν οἵ τε 2 περὶ τὴν καρδίαν καὶ περὶ τὸν ἐγκέφαλον, εὑλόγως· ταῦτα γὰρ δεῖται πλείστης φυλακῆς· ἡ μὲν γὰρ φυλακὴ περὶ τὰ κύρια, ταύτα δὲ κύρια μάλιστα τῆς ζωῆς.