De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

8 Περὶ δὲ τῶν ἄλλων μορίων τῶν ὁμοιομερῶν σκεπτέον, καὶ πρῶτον περὶ σαρκὸς ἐν τοῖς ἔχουσι σάρκας, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον· τοῦτο γὰρ ἀρχὴ καὶ σωμα καθʼ αὑτὸ τῶν ζῴων ἐστίν. δῆλον δὲ καὶ κατὰ τὸν λόγον· τὸ γὰρ ζῷον ὁριζόμεθα τῷ ἔχειν αἴσθησιν, πρῶτον δὲ τὴν πρώτην· αὕτη δʼ ἐστὶν ἀρή, ταύτης δʼ αἰσθητήριον τὸ τοιοντον μόριόν ἐστιν,

39
ἤτοι τὸ πρῶτον, ὡσπερ ἡ κόρη τῆς ὅψεως, ἢ τὸ διʼ σὺ συνειλημμένον, ὧσπερ ἄν εἴ τις προσλάβοι τῇ κόρῃ τὸ διαφανὲς πἀν. ἐπὶ μὲν οὖν τῶν ἅλλων αέσθήσεων ἀδύνατόν τε καὶ οὐδὲν προὺργου τοῦτʼ ἦν ποιήσαι τῇ φύσει, τὸ δʼ ἁπτικὸν ἐξ ἀνάγκης · μόνον γὰρ ἤ μάλιστα τούτʼ ἐστὶ σωματῶδες τῶν αἰσθητηρίων.

κατὰ δὲ τὴν αἴσθησιν φανερὸν πάντα τἆλλα 2 τούτου χάριν ὄντα, λέγω δʼ οἷον ὀστᾶ καὶ δέρμα καὶ νεύρα καὶ φλέβες, ἔτι δὲ τρίχες καὶ τὸ τῶν ὀνύχων γένος, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν. ἡ μὲν γὰρ τῶν ὀστῶν φύσις σωτηρίας ἕνεκεν μεμ ηχάνηται μαλακοῦ, σκληρὰ τὴν φύσιν ούσα, ἐν τοῖς ἔχουσιν ὀστᾶ· ἐν δὲ τοῖς μὴ ἕχουσι τὸ ἀνάλογον, οἷον ἐν τοῖς ἰχθύσι τοῖς μὲν ἄκανθα τοῖς δὲ χόνδρος.

τὰ μὲν 3 οὗν ἔχει τῶν ζῴων ἐντὸς τὴν τοιαύτην βοήθειαν, [*](654, a) ἔυια δὲ τῶν ἀναίμων ἐκτός, ὥσπερ τῶν τε μαλακοαστράκων ἕκαστον, οἷον καρκίνοι καὶ τὸ τῶν καράβων γένος, καὶ τὸ τῶν ὀστρακοδέρμων ὡσαύτως, οἷον τὰ καλούμενα ὄστρεα· πᾶσι γὰρ τούτοις τὸ μὲν σαρκῶδες ἐντὸς, τὸ δὲ συνέχον καὶ φουλάττον ἐκτὸς τὸ γεῶδές ἐστιν· πρὸς γὰρ τῇ φυλακῇ τῆς συνεχείας, τῷ ἔχειν ὀλίγον αὐτῶν τὴν φύσιν θερμὸν ἀναίμων ὄντων, σἷον πνιγεύς τις περικείμενον τὸ ὅσύῶρακον φυλάττει τὸ ἐμπεπυρευμένον θερμόν.

ἡ δὲ χελνη 4 καὶ τὸ τῶν ἑμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις, ἕτερον ὄν γένος τούτων. τὰ δʼ ἕντομα τῶν ζῷόων καὶ τὰ μαλάκια τούτοις τ’ ἐναντίως καὶ αὐτοῖς ἀντικειμένως συνέστηκεν· οὐδὲν γὰρ ὀστῶδες ἔχειν ἔοικεν οὐδὲ γεηρὸν ἀποκεκριμένον, ὅ τι καὶ ἄξιον εἰπεῖν, ἀλλὰ τὰ μὲν μαλάέκια σχεδὸν ὅλα σαρκώδη καὶ μαλακά, πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθάπερ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου

40
τὴν φύσπιν ἔχει. μαλακὸν μὲν γὰρ ὧσπερ σάρξ ἐστιν, ἔχει δὲ τάσιν ὧσπερ νεῦρον· τὴν δὲ σχίσιν ἔχει τῆς σαρκὸς οὐ κατʼ εὐθυωρίαν ἀλλὰ κατὰ κύκλους διαιρετήν· οὕτωος γὰρ ἄν ἔχον χρηιμώτατον ἂν εἴη πρὸς τὴν ἰσχύν.

5 ὑπάέρχει δʼ ἐν αὐτοῖς καὶ τὸ ἀνάλογον ταῖς τῶν ἰχθύων ἀκάνθαις, οἷον ἐν μὲν ταῖς σηπίαις τὸ καλούμενον σηπίον, ἐν δὲ ταῖς τευθίσι τὸ καλούμενον ξίφος. τὰ δʼ οὐ τῶν πολυπόὅωον τοιοὺτον οὐδὲν ἔχει διὰ τὸ μικρὸν ἔχειν τὸ κύτος τὴν καλουμένην κεφαλὴν, θατερα δʼ εὐμήκη. διὸ πρὸς τὴν ὀρθὸτητα αὐτῶν καὶ τὴν ἀκαμψίαν ὑπέγραψε ταύτα ἡ φύσις, ὥσπερ τῶν ἐναίμιων τοῖς μὲν ὀστοῦν τοῖς δʼ ἄκανθαν.

6 τὰ δʼ ἕντομα τούτοις τ ἐυαντίως ἔχει καὶ τοῖς ἐναίμοις, καθάπερ εἴπομεν. οὐδὲν γὰρ ἀφωρισμένον ἔχει σκληρόν, τὸ δὲ μαλκκόν, ἀλλʼ ὅλον τὸ σὤμα σκληρόν, σκληρὸτητα δὲ τοιαύτην,ὸστοῦ μὲν σαρκωδεστέραν, σαρκὸς δʼ ὀστωδεστέραν καὶ γεωδεστέραν, πρὸς τὸ μὴ εὺδιαίρετον εἶναι τὸ σῶμα αὐτῶν.