Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν [*](11. τοῦτο δʼ οὐ] τοῦτʼ οὐ Kb, τοῦτʼ οὐδὲ P2, καὶ τοῦτʼ οὐ Ad. || τῷ om. Π1Bk.Bu. || 12. ἄντιστάξειεν pr. Kb (crx. rc.), τάξειεν ἄν τις M° || 13. τι Π1B?. Va, τις Π2 || 16. καὶ om. B?Ald. 20. δίκαιος om. Ald. || 21. δίκαιον Kb || 24. λέγομεν Π1B?Ald. || ἐροῦμεν || 25. τὰ om. Π1 || 26. ἂν κυρίως εὐτυχία KbAld. (fors. recte) || 30. κερδάνοντα Ald. et pr. Kb (crx. rc.) || ἐν add. BfVa. Bu. || τὸ P2 || 31. ὑπάρξαι] πρᾶξαι KbP2Va. || καὶ — εὔλογον om. Ald. || τι post κακόν add. P1.2. Par. 1417, 1855 || 34. καθʼ] καὶ καθʼ P2, ὃ καὶ καθʼ Ald. || ἂν om. Π1, ἢ pr. Pb (crx. rc.). )

81
πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλόγως πρὸς ἂν εὖ ἔχωμεν,

καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως [*](1207b) ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.

τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.

ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτνχία. ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.

ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.

περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.

ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία. καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν [*](1207b, 19—1208a, 4 ═ E. E. 1248b, 8—1249a, 16.) [*](38. ψυχῇ Π1BfVa., τύχη Π2 || 1207b, 3. φήσει? Susem. || 9. αἰτία λεχομενη secl. Scaligar || 10. τὸ Π1 || 11. διάφορος Π1BfVa., ἀδιάφορος || 12. αὐτὴ Ald.Bk. || 13. ὥστʼ — 14. εὐτυχία om. Z Mb Par. 2024 et, quamquam ὥστε sub fine folii habet, in initio sequentis Ald. || 15. αὐτῇ Scaliger || 19.παῦτα Π1 || 21. συνθέντα Π2P2, ουντεθέντα Ald. ||24. φασίν Casaubonus, φησίν Π Ald.Bk Bu.|| ᾖ om. Π1 et pr. Pb (suppl. rc.). Aristoteles, Ethica m, ed Susemihl.)

82
καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.

ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ καλὰ ἐστίν.

ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός. δὲ τὸ ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν. εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.

ὁ δὲ τοιοῦτος ὢν [*](1208a) οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.

ὑπὲρ δὲ τοῦ κατὰ τὰς ἀρετὰς ὀρθῶς πράττειν εἴρηται μέν, οὐχ ἱκανῶς δέ. ἔφαμεν γὰρ τὸ κατὰ τὸν ὀρθὸν λόγον πράτττειν· ἀλλʼ ἴσως ἄν τις αὐτὸ τοῦτο ἀγνοῶν ἐρωτήσειεν, τὸ κατὰ τὸν ὀρθὸν λόγον τί ποτʼ ἐστί, καὶ ποῦ ἐστιν ὁ ὀρθὸς λόγος; ἔστιν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν,

ὅταν τὸ ἄλογον μέρος τῆς ψυχῆς μὴ κωλύῃ τὸ λογιστικὸν ἐνεργεῖν τὴν αὐτοῦ ἐνέργειαν. τότε γὰρ ἡ πρᾶξις ἔσται κατὰ τὸν ὀρθὸν λόγον. ἐπειδὴ γάρ τι τῆς ψυχῆς τὸ μὲν χεῖρον ἔχομεν τὸ [*](1208a, 5 —30. cf E. E. 1249a, 21—b, 25. V. prolegg. p. XVIs q.) [*](25. οἷον om. καὶ ἀγαθὸν Π2 || 28. καὶ ante ἀγαθά om. P2, secl. Spengelius Susem. || 30. ἐπʼ Π2(crx. rc. Pb) || οἷον om. quapropter secl. Susem. || 31. καὶ ante τὰ add. Bk.Bu. || κἀγαθὸς Susem., καὶ ἀγαθὸς cet. 37. ὅσα ἂν Ald. || 38. βλάψει corr. Mb (ipsius, ut videtur, librari) et corr. Pb, βλάψηι Kb, βλάψη cet. 1208a, 1. τι om. Π1Va. || 2 et 4. κἀγαθὸς Susem., καὶ ἀγαθὸς cet. )

83
δὲ βέλτιον, ἀεὶ δὲ τὸ χεῖρον τοῦ βελτίονος ἕνεκεν ἐστίν, ὥσπερ ἐπὶ σώματος καὶ ψυχῆς τὸ σῶμα τῆς ψυχῆς ἕνεκεν, καὶ τότʼ ἐροῦμεν ἔχειν τὸ σῶμα καλῶς, ὅταν οὕτως ἔχῃ ὥστε μὴ κωλύειν, ἀλλὰ καὶ συμβάλλεσθαι καὶ συμπαρορμᾶν πρὸς τὸ τὴν ψυχὴν ἐπιτελεῖν τὸ αὑτῆς ἔργον (τὸ γὰρ χεῖρον τοῦ βελτίονος ἕνεκεν, πρὸς τὸ συνεργεῖν τῷ βελτίονι)·

ὅταν οὖν τὰ πάθη μὴ κωλύωσι τὸν νοῦν τὸ αὑτοῦ ἔργον ἐνεργεῖν, τότʼ ἔσται τὸ κατὰ τὸν ὀρθὸν λόγον γινόμενον. ναί, ἀλλʼ ἴσως εἴπτοι τις ἄν, ὅταν πῶς ἔχωσι τὰ πάθη, οὐ κωλύουσι, καὶ πότε οὕτως ἔχουσιν; οὐ γὰρ οἶδα.

τὸ δὴ τοιοῦτον οὐκ ἔστιν εἰπεῖν ῥᾴδιον. οὐδὲ γὰρ ὁ ἰατρός· ἀλλʼ ὅταν εἴπτῃ τῷ πυρέττοντι πτισάνην προσφέρεσθαι, τοῦ δὲ πυρέττειν πῶς αἰσθάνομαι; ὅταν, φησίν, ὁρᾷς ὠχρὸν ὄντα· τὸ δʼ ὠχρὸν πῶς εἰδήσω ἐνταῦθα δὴ συνιέτω ὁ ἰατρός· εἰ γὰρ μὴ ἔχεις παρὰ σαυτῷ, φησί, τῶν γε τοιούτων αἴσθησιν, οὐκ ἔτι. ὡσαύτως ὑπὲρ τῶν ἄλλων κοινός ἐστι τῶν τοιούτων ὁ λόγος.

ὁμοίως δʼ ἔχει καὶ ἐπὶ τῶν παθῶν τοῦ γνωρίζειν· δεῖ γὰρ αὐτὸν συμβάλλεσθαι πρὸς αἴσθησίν τι.

ἐπιζητήσειε δʼ ἄν τις ἴσως καὶ τὸ τοιοῦτον· ἆρά γε ἔργῳ εἰδήσας ταῦτα καὶ δὴ εὐδαίμων ἔσομαι; οἴονται γάρ. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον. οὐδεμία γὰρ οὐδὲ τῶν ἄλλωον ἐπιστημῶν παραδίδωσι τῷ μανθάνοντι τὴν χρῆσιν καὶ τὴν ἐνέργειαν, ἀλλὰ τὴν ἕξιν μόνον· οὕτωος οὐδʼ ἐνταῦθα παραδίδωοσιν τὸ εἰδῆσαι ταῦτα τὴν χρῆσιν (ἡ γὰρ εὐδαιμονία ἐστὶν ἐνέργεια, ὡς φαμέν), ἀλλὰ τὴν [*](15. εὗ anate ἔχειν add. Ald. (fors. recte) || καλῶς om. Κb Ald. Va. (fors. recte) || 18. πρὸς τὸ om. P2 et pr. Kb (λείπει ὥστε rc.) || 19. κωλύσωσι Π ἐνεργεῖν Kb Ald. Va., ἐπιτελεῖν Π2Ρ2Βk. Bu. (fors. recte) || 23. οὐδὲ — ἀλλʼ corrupta esse putat Spengelius 24. πτισάνην Kb Ald. Va., πτισάνην Π2Ρ2 || 26. συνιέτω corruptum esse putat Rice kher || 27. 〈αἰσθητῶν〉 αἴσθησις οὐκέτι ἔστιν Spengelius, αἴσθησιν, 〈λόγος ἐνταῦθʼ ἔστιν〉 οὐκέτι vel simile quid ci. Susem. || ἔστι Ald., ἔστιν Bk. Bu. || 28 τῶι τοιούτωι K2 P2 Cv Va. || 29. τοῦ] τὸ admodum dubitantur ci. Susem. || 31. ἔργῳ] ἀργῶς? Brandisius (p. 1562 n. 523) || 33. οὐ om. Kb Va. || 36. ἔφαμεν Ald.)

84
ἕξιν, οὐδʼ ἐν τῷ εἰδέναι ἐξ ὧν ἐστιν ἡ εὐδαιμονία, ἀλλʼ ἐν τὸν τούτmμις χρήσαεθαι.

τὴν δὲ χρῆσιν καὶ τὴν ἐνέργωκαν τούτων οὐκ ἄστι τώmης τἧς π ??ς τὸ παραὰιδόνε??· οὐδὲ [*](1208b) γὰρ ?? ἐπιστήκῃ οὐδεμία ιὴν χρῆτιν παραδίδωσιν, ἀλλὰ τὴν ἕ??ιν.

ἐφʼ ἄπασι δὲ τ??πς ὑπὸρ φιλίας ἀναυχαῖόν ἔσαιν εἰπεν, τί ἐστν παὶ ὅν πίσι κνὶ π??ρὶ vέ· ἐ??ὴ γὰρ ?? ??ρὰ πάντα τὸν βίον oαρρατεάνονσων ?? ἐν παν ?? καὶ οὖσαν ἀγκθόν, ?? ἂν εἔ πρὸς τὴν εὐδαμουίαν.

πρῶτον μὲν οὖν ἴσως ἃ ??πορεῖται καὶ ζητεῖται, βἐλτιον διελθεῖυ πέτεραν γάρὐσσσττιν ἡ φιλίαἐν τοῖς ὁμοίοις, ὥσπςρ δοχεῖχαὶ λέμεται; καὶ γὰρ ‘‘??ςʼʼ φαει “παρὰ κυλοιὸν ??άνειʼ᾿ , καὶ

  • ?? τοι τὸν ὅμοιον ?? ?? ὡς τὸν ὅμοε??ν.
  • φασὶν δὲ καὶ κυνός ποτε ἂεὶ καθευδο-σης ἔπὶ τῆς ἄτης κεραμἴδος, ἐρωτηθέντα τὸν μπrδοκλέα, διὰ τί ποτε ?? κύων ἐπὶ τῆς αὐτῆς κεραμῖδος καθεύδει, εἰπεῖν ὅτι ἔχει τ κεραμῖδι ὃμοιον ἡ κύων, ὡς διὰ τὸ ὅμοιον τὴν κὑνα φοιτῶσαν.