Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί.

πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς [*](1207a) τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.

ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; ἢ τοῦτʼ οὐκ ἂν δόξειεν; τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται. εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν [*](1206b, 30 —1207b, 19 ═ E. E. 1246b, 37—1248b, 7, cf. Ramsauer p. 18.) [*](35. τί Π2P2 || 37. ἀποβλέψας KbAld. || 38. ἀεὶ post 39. ἢ tri. Susem. (cf. 1207a 3 et inprimis E. E. 1247a, 31 sq.), secl. Rieckher (fors. recte), v. quae adnotabo ad v. 39 || οὗ] οὐκ pr. Kb (crx. rc.) || 39. 〈ἢ〉 ὡς? Susem. || ὡς — ὡσαύτως] 〈ἢ ἀεὶ ἢ〉 ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Bonitzius, prb. Rieckher, fors. recte, lacunnae signum ante ὡς posuit etiam Bu., ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πολὺ vel ἢ ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Spengelius ἢ] καὶ corr. Mb, ἠ pr. Kb, eras. corr. Kb 1207a, 4. ἡ] οὗ Scaliger 5. καὶ om. Π1 Bk.Bu. || 6. θεῶν KbAld. Va., θεοῦ Π2P2B? (fors. recte).)

80
κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ] θεῷ.

ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι. ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνεσθαι·

τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι. λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. ἔστιν δʼ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. διὸ τὸν δίκαιον, δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν. ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυχίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.

ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο. ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.

ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν [*](11. τοῦτο δʼ οὐ] τοῦτʼ οὐ Kb, τοῦτʼ οὐδὲ P2, καὶ τοῦτʼ οὐ Ad. || τῷ om. Π1Bk.Bu. || 12. ἄντιστάξειεν pr. Kb (crx. rc.), τάξειεν ἄν τις M° || 13. τι Π1B?. Va, τις Π2 || 16. καὶ om. B?Ald. 20. δίκαιος om. Ald. || 21. δίκαιον Kb || 24. λέγομεν Π1B?Ald. || ἐροῦμεν || 25. τὰ om. Π1 || 26. ἂν κυρίως εὐτυχία KbAld. (fors. recte) || 30. κερδάνοντα Ald. et pr. Kb (crx. rc.) || ἐν add. BfVa. Bu. || τὸ P2 || 31. ὑπάρξαι] πρᾶξαι KbP2Va. || καὶ — εὔλογον om. Ald. || τι post κακόν add. P1.2. Par. 1417, 1855 || 34. καθʼ] καὶ καθʼ P2, ὃ καὶ καθʼ Ald. || ἂν om. Π1, ἢ pr. Pb (crx. rc.). )

81
πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλόγως πρὸς ἂν εὖ ἔχωμεν,

καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως [*](1207b) ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.

τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.

ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτνχία. ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.

ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.