Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυ- πονπροστιθέασιν·

ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν. διόπερ λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπει- δὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγ- καῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.

πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. — πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶ- σιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπου- δαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές [*](19—30. E. N. 1152a, 36—b, 7 || 31—1204b, 3 E. N. 1152b, 8—23.) [*](15. ταυτά Π1Va., ταυτόν 16. δεῖ] δεινός ci Casau- bonus || 17. δεῖ Rieckher, δεινὸς ΠVa. editiones || 19. δὲ om. || 24. 〈δʼ〉 οὖν aut δὲ ci. Susem. || 25. οὐ—26. ἡδονῆς om. P ἄλλοι] οὐκ Mb et fort. pr. Pb (ras. trium fere litterarum) || 29. ὑπὲρ —30. εἰπεῖν om. Ad. || ἀναγκιότερον P || 30. εἰπεῖν h. l. Kb P2Cv, ante 29. εἴη Π || 31. τινες Π1Va., τινα || 35. ὅτι 〈οὐ πᾶσα ἡδονὴ ἀγαθόν. πάλιν ὅτι〉 vel simile quid ci. Spengelius, cf. 1205 a, 7 sqq., v. tamen Addenda || 37 γὰρ] γὰρ καὶ P2, om. Mb. )

72
[*](1204b) ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτι- στονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράτ- τειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.

γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀλη- θῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φα- γεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γί- νονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·