Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ περί τι ἄλλο τοιοῦτον.

πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά. εἰ γὰρ ἐννοοῦσιν ἀμφότεροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν; ἢ οὔ; ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.

ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. περὶ ἄρχοντος ἄρα κατάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.

[*](13–27 ═ E. E. 1241a, 15–33. E. N. 1167a, 22–b, 16.)[*](4. οὐ—6. Δαρεῖον respicere videtur Mich. Eph. in E. N. IX, 5. 1166 b, 30 f. 152r || 7. γίνοιτο? Susem. || δʼ] γὰρ? Susem. || 13. τῆς om. Mb Bk. Bu. || 17. ἐπεὶ περί τι (περὶ τὶ P2) CvP2, ἤπερ εἴ τι, ut videtur, Va., ἐπείπερ εἴτι c.c. Bk. Bu. || 18. 〈τὸ〉 τοιοῦτον Spengelius || 19. πρακτικοῖς Π1 (crx. rc. Kb) || οὐχ ᾗ νοοῦσι CcP2 et, ut videtur, rc. Pb ( super foramine), οὐχὶ νοοῦσι Mb et, ut videtur, pr. Pb, οὐκ ἐννοοῦσι Ald., οὐκ εὐνοοῦσι Κb, οὐκ ἐννοοῦσι aut οὐχὶ νοοῦσι Va. || 20. ταὐτὸν νοεῖν Bk., ταὐτὸ νοεῖν Casaubonus, τὸ ταυτὸν νοεῖν KbP2 Cv, τὸ ταυτονοεῖν Ald., τὸ ταυτὸν ἐννοεῖν Π2 || 25. πρακτοῖς rc. Kb, πρακτικοῖς c. c. Bk. Bu. || ἄρα] γὰρ? Susem. || 26. ἐν πρακτοῖς )
96