Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ὁ δὴ τοιοῦτος λόγος οὐκ ἔστιν ἀληθής. διὰ τί γὰρ ὁ νομοθέτης οὐκ ἐᾷ τὰ φαῦλα πράττειν, τὰ δὲ καλὰ καὶ σπουδαῖα κελεύει; καὶ ἐπὶ μὲν τοῖς φαύλοις ζημίαν τάττει, ἂν πράττῃ, ἐπὶ δὲ τοῖς καλοῖς, ἂν μὴ πράττῃ; καίτοι ἄτοπος ἂν εἴη ταῦτα νομοθετῶν, ἃ μὴ ἐφ᾿ ἡμῖν ἐστι πράττειν.

ἀλλ᾿ ὡς ἔοικεν, ἐφ᾿ ἡμῖν τὸ σπουδαίοις εἶναι καὶ τὸ φαύλοις. — ἔτι δὲ μαρτυροῦσιν οἵ τ᾿ ἔπαινοι καὶ οἱ ψόγοι γινόμενοι. ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κακίᾳ ψόγος· ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις· ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ᾿ ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι πράττειν καὶ τὰ φαῦλα.

— ἔλεγον δὲ καὶ τοιαύτην τινὰ παραβολὴν, βουλόμενοι δεικνύναι ὅτι οὐχ ἑκούσιον. διὰ τί γάρ, φασίν, ὅταν νοσῶμεν ἢ αἰσχροὶ ὦμεν, οὐδεὶς ψέγει τοὺς τοιούτους; τὸ δ᾿ οὐκ ἀληθές· ψέγομεν γὰρ καὶ τοὺς τοιούτους, ὅταν αὐτοὺς οἰηθῶμεν αἰτίους εἶναι τοῦ νοσεῖν ἢ τοῦ κακῶς [*](1187a, 5—1190b, 6 cf. Ramsauer p. 21—26 1187a, 5—b, 30 ═ Ε. Ε. 1222b, 15—1223a, 20 (Ε. Ν. 1113b, 3—1114 b, 25. 30—1115a, 3). cf. Ramsauer p. 49—51.) [*](3. ἐμπεριέχον] μὲν περιέχον Π2 || 5. εἴρηται ** Susem., εἴρηται 〈τί ἐστι〉 Ramsauer, εἴρηται 〈τοῦτο〉? Susem. 8. ὁντινοῦν Pb P2 Ald. || 11. ἀεὶ Kb Ald. Va, εἤη Π2, om. P2 || δ᾿ om. Π1 || 13. δὲ Susem. || 19. οἱ ψόγοι P2, οἱ ψόγοι οἱ Π2, ψόγοι Kb Ald. || 21. οὐκ Π1 Va, om. Π2 || 22. ὡσαύτως] καὶ οὕτως Kb Ald. || 25. φησὶν || 26. τὸ] τοῦτο Π2 P2.)

19
ἔχειν τὸ σῶμα, ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον. ἔοικεν οὖν ἐν τῷ κατ᾿ ἀρετὴν καὶ κακίαν εἶναι τὸ ἑκούσιον.

— ἔτι δ᾿ ἄν τις τοῦτο ἐναργέστερον καὶ ἐντεῦθεν ἴδοι. πᾶσα γὰρ φύσις γεννητική ἐστιν οὐσίας τοιαύτης οἵα ἐστίν, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα· ἀμφότερα γὰρ γεννητικά. γεννητικὰ δὲ ἐκ τῶν ἀρχῶν, οἷον τὸ δένδρον ἐκ τοῦ σπέρματος· αὕτη γάρ τις ἀρχή. τὸ δὲ μετὰ τὰς ἀρχὰς οὕτως ἔχει· ὡς γὰρ ἂν ἔχωσιν αἱ ἀρχαί, οὕτως καὶ τὰ ἐκ τῶν ἀρχῶν ἔχει. ἐναργέστερον δ᾿ ἔστι κατιδεῖν τοῦτο ἐν τοῖς κατὰ γεωμετρίαν.

καὶ γὰρ ἐκεῖ ἐπειδή τινες λαμβάνονται ἀρχαί, ὡς ἂν αἱ ἀρχαὶ ἔχωσιν, οὕτω καὶ τὰ μετὰ τὰς ἀρχάς, οἷον εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ δὲ τετράγωνον τένταρσιν, καὶ ὡς ἂν μεταβάλῃ τὸ τρίγωνον, οὕτωρ καὶ τὸ τετράγωνον [*](1187b) συμμεταβάλλει (ἀντιστρέφει γὰρ), καὶ ἐὰν τὸ τετράγωνον μὴ ἔχῃ τέτταρον ὀρθαῖς ἴσας, οὐδὲ τὸ τρίγωνον ἕξει δυσὶν ὀρθαῖς ἴσας.