Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολα- σίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή.

ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβο- λῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ ἀνε- [*](32—35 Ε. Ε. 1221 b, 27—1222a, 5 || 36—1186 b, 3 = Ε. Ν 1107a, 8—27. Ε. Ε. 1221b, 18—26 || 1186 b, 4—32 = Ε. Ν. 1108b, 11—1109a, 19. cf. Ε. Ε. 1222a, 17—b, 14.) [*](31. ἐστὶ τοῦ εὖ ἔχειν om E. Ad. 34. ἤτοι secl. Scaliger λυπή ἐστί P || ἡδονὴ Kb P2 || ἤ 〈τοι〉 οὐκ Scaliger || 35. 〈ὅτι〉 ἐστὶν vel 〈ὥς〉 ἐστιν Sylburgius, ὅτι Bonitzius Bu. || 37. ἡ ante μοιχεία add Π2 Ρ2 (fors. recte) ||1186 b, 2. ἢ —3. ὑπερβολῇ haud integra || ἢ] καὶ 〈αὐτὸ〉 Spengelius || ἢ καὶ] ὃ 〈ἐν αὕτῷ〉 καὶ 〈οὐχ〉? Susem || καὶ ὃ secl. Bonitzius || καὶ ὃ ἐν om. P2. ὃ ἐν om. Ε. || 3. καὶ ὃ] ἢ Bonitzius || ὑπερβολῇ 〈οὔτε ἐν· ἐλλείψει οὔτε ἐν ὑπερβολῇ〉 olim ci. Rassovius || 7. θρασύτης post ὑπερ- βολὴ Π || 14. ἀνελευθέρους Scaliger, ἀνελευθερίους Π Ald. || ἀνελευθέριοι Π2 Ald.)

17
λεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀν- δρείους προπετεῖς καὶ μαινομένους.

διὰ δὴ δύο αἰτίας δό- ζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορ- ρώτερον ἄρα ἡ ἀνελευθερία.

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμι- οι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύ- καμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιό- τητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι·

ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆ- ναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῷ, τὸ δὲ μέσως [*](1187 a) ἔχειν χαλεπόν· ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν [*](33—1187a, 4 = Ε. Ν. 1109a, 20—b, 26.) [*](17. δὴ δύο Kb P2 Cv, δύο Cc Ald. et pr. Pb, δύο δὲ Mb et rc. Pb (pallidius), δύο δὴ Bk. Bu. (fors recte) || δόξοιμεν Kb Ad. 18. ἂν om. Π1 21. ἀσωτεία Π2 22. ἐλευθεριότης ἡ Bo- nitzius, ἐλευθεριότης Kb, ἐλευθεριότητος P2, ἡ ἐλευθεριότης c. c. Bk. || ἀσωτεία || ἢ ἡ] ἢ Kb Ald. || 27 ἢ κόσμιοι post 28. εἶναι Mb Bk. Bu. || 33. ἐπισκεπτέον Ald., ἐπεσκε πταίτε P2 || 38. τούτω καὶ om. Kb Ald. || 1187a, 2. ἔστιν post ἰδεῖν 2.)

18
ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χα- λεπόν, καθ᾿ ὃ ἐπαινούμεθα· διὸ καὶ σπάνιον τὸ σπουδαῖον)·

ἐπεὶ δ᾿ οὖν ὑπὲρ ἀρετῆς εἴρηται**, μετὰ τοῦτ᾿ ἂν εἴη σκεπτέον πότερον δυνατὴ παραγενέσθαι ἢ οὔ, ἀλλ᾿ ὥσπερ Σωκράτης ἔφη, οὐκ ἐφ᾿ ἡμῖν τὸ σπουδαίους εἶναι ἢ φαύλους. εἰ γάρ τις, φησίν, ἐρωτήσειεν ὁντιναοῦν πότερον ἂν βούλοιτο δίκαιος εἶναι ἢ ἄδικος, οὐθεὶς ἂν ἕλοιτο τὴν ἀδικίαν.

ὁμοίως δ᾿ ἐπ᾿ ἀνδρείας καὶ δειλίας καὶ τῶν ἄλ- λων ἀρετῶν ἀεὶ ὡσαύτως. δῆλον δ᾿ ὡς εἰ φαῦλοί τινες εἰσίν, οὐκ ἂν ἑκόντες εἴησαν φαῦλοι· ὥστε δῆλον ὅτι οὐδὲ σπουδαῖοι.

— ὁ δὴ τοιοῦτος λόγος οὐκ ἔστιν ἀληθής. διὰ τί γὰρ ὁ νομοθέτης οὐκ ἐᾷ τὰ φαῦλα πράττειν, τὰ δὲ καλὰ καὶ σπουδαῖα κελεύει; καὶ ἐπὶ μὲν τοῖς φαύλοις ζημίαν τάτ- τει, ἂν πράττῃ, ἐπὶ δὲ τοῖς καλοῖς, ἂν μὴ πράττῃ; καί- τοι ἄτοπος ἂν εἴη ταῦτα νομοθετῶν, ἃ μὴ ἐφ᾿ ἡμῖν ἐστι πράττειν.

ἀλλ᾿ ὡς ἔοικεν, ἐφ᾿ ἡμῖν τὸ σπουδαίοις εἶναι καὶ τὸ φαύλοις. — ἔτι δὲ μαρτυροῦσιν οἵ τ᾿ ἔπαινοι καὶ οἱ ψόγοι γινόμενοι. ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κα- κίᾳ ψόγος· ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις· ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ᾿ ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι πράττειν καὶ τὰ φαῦλα.

— ἔλεγον δὲ καὶ τοιαύτην τινὰ πα- ραβολὴν, βουλόμενοι δεικνύναι ὅτι οὐχ ἑκούσιον. διὰ τί γάρ, φασίν, ὅταν νοσῶμεν ἢ αἰσχροὶ ὦμεν, οὐδεὶς ψέγει τοὺς τοιούτους; τὸ δ᾿ οὐκ ἀληθές· ψέγομεν γὰρ καὶ τοὺς τοιούτους, ὅταν αὐτοὺς οἰηθῶμεν αἰτίους εἶναι τοῦ νοσεῖν ἢ τοῦ κακῶς [*](1187a, 5—1190b, 6 cf. Ramsauer p. 21—26 1187a, 5—b, 30 ═ Ε. Ε. 1222b, 15—1223a, 20 (Ε. Ν. 1113b, 3—1114 b, 25. 30—1115a, 3). cf. Ramsauer p. 49—51.) [*](3. ἐμπεριέχον] μὲν περιέχον Π2 || 5. εἴρηται ** Susem., εἴρηται 〈τί ἐστι〉 Ramsauer, εἴρηται 〈τοῦτο〉? Susem. 8. ὁντινοῦν Pb P2 Ald. || 11. ἀεὶ Kb Ald. Va, εἤη Π2, om. P2 || δ᾿ om. Π1 || 13. δὲ Susem. || 19. οἱ ψόγοι P2, οἱ ψόγοι οἱ Π2, ψόγοι Kb Ald. || 21. οὐκ Π1 Va, om. Π2 || 22. ὡσαύτως] καὶ οὕτως Kb Ald. || 25. φησὶν || 26. τὸ] τοῦτο Π2 P2.)

19
ἔχειν τὸ σῶμα, ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον. ἔοικεν οὖν ἐν τῷ κατ᾿ ἀρετὴν καὶ κακίαν εἶναι τὸ ἑκούσιον.