Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργι- ζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν. τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παν- τελῶς ἀναλγήτως ἔχειν.

ὅταν οὖν οὕτως ἔχωμεν, εὖ δια- κείμεθα. ὁμείως δὲ [καὶ] πρὸς τὰ ἄλλα τὰ ὅμοια. τὸ γὰρ εὐόργητον καὶ τὸ πρᾶον ἐν μεσότητί ἐστιν ἀργῆς καὶ ἀναλ- γησέως τῆς πρὸς ὀργήν. ὁμοίως [καὶ] ἐπ᾿ ἀλαζονείως καὶ κς. τὸ μὲν γὰρ πλείω προσποιεῖσθαι τῶν των ἔχειν ἀλαζονείας, τὸ δὲ ἐλάττω εἰρωνείας· ἡ ἄρα μεσότης ἡ τούτων ἡ ἀλήθεια ἐστίν.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλ λων πάντων. τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν·

πρὸς μεσότη- [*](1186a, 9—17 = Ε. Ν. 1105 b, 19—1106 a, 12 cf. Ε. Ε. 1220b, 7—20 || 17—32=Ε. Ν. 1106a, 26—b, 35. Ε. Ε. 1220 b, 21—35. 1222a, 13—b, 17.) [*](6. ἄν] εἴ Π2, ἄν—7. φέρεσθαι om pr. Kb, suppl. mg. re. Kb, sed οὖν om. etian hie corrector, οὖν ἄνω om Ald. || ἐθίζει Π2 || 3. καὶ om. Kb Ald. || 12. τι Bas.3, τις Π Ald. || 16. καὶ om. Kb P2 Bk. Bu. (fers. hand reete) || 20. ἔχον Pb Cc Ald. et pr. Kb (crx. rc). 22. καὶ om. Π (in spatro triun litterarun P2) || 24. καὶ prius om. 1.)

16
τα ἄρα τῶν τοιούτων καθ᾿ ἃ ἐπαινετοὶ λεγόμεθα ἡ ἕξις ἐστὶ τοῦ εὖ ἔχειν, τοῦ δὲ κακῶς πρὸς ὑπερβολὴν καὶ ἔνδειαν. ἐπεὶ τοί- νυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς· ἡ ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.

κία οὐκ ἔστιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει τινί, οἷον μοιχεία καὶ ὁ μοιχός· οὐκ ἔστιν οὗτος ὁ μᾶλλον τὰς ἐλευθέ- [*](1186 b) ρας διαφθείρων. ἀλλὰ καὶ τοῦτο, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστίν, ὃ περιέχεται ἡδονῇ τῇ κατ᾿ ἀκολασίαν, ἢ καὶ ὃ ἐν ἐλλείψει καὶ ὃ ἐν ὑπερβολῇ τὸ ψεκτὸν ἔχει.

μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολα- σίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή.

ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβο- λῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ ἀνε- [*](32—35 Ε. Ε. 1221 b, 27—1222a, 5 || 36—1186 b, 3 = Ε. Ν 1107a, 8—27. Ε. Ε. 1221b, 18—26 || 1186 b, 4—32 = Ε. Ν. 1108b, 11—1109a, 19. cf. Ε. Ε. 1222a, 17—b, 14.) [*](31. ἐστὶ τοῦ εὖ ἔχειν om E. Ad. 34. ἤτοι secl. Scaliger λυπή ἐστί P || ἡδονὴ Kb P2 || ἤ 〈τοι〉 οὐκ Scaliger || 35. 〈ὅτι〉 ἐστὶν vel 〈ὥς〉 ἐστιν Sylburgius, ὅτι Bonitzius Bu. || 37. ἡ ante μοιχεία add Π2 Ρ2 (fors. recte) ||1186 b, 2. ἢ —3. ὑπερβολῇ haud integra || ἢ] καὶ 〈αὐτὸ〉 Spengelius || ἢ καὶ] ὃ 〈ἐν αὕτῷ〉 καὶ 〈οὐχ〉? Susem || καὶ ὃ secl. Bonitzius || καὶ ὃ ἐν om. P2. ὃ ἐν om. Ε. || 3. καὶ ὃ] ἢ Bonitzius || ὑπερβολῇ 〈οὔτε ἐν· ἐλλείψει οὔτε ἐν ὑπερβολῇ〉 olim ci. Rassovius || 7. θρασύτης post ὑπερ- βολὴ Π || 14. ἀνελευθέρους Scaliger, ἀνελευθερίους Π Ald. || ἀνελευθέριοι Π2 Ald.)

17
λεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀν- δρείους προπετεῖς καὶ μαινομένους.

διὰ δὴ δύο αἰτίας δό- ζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορ- ρώτερον ἄρα ἡ ἀνελευθερία.

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμι- οι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύ- καμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιό- τητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι·