Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τέ ἐστιν ἡ ὠριτή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γικόμενα. ἔστιν δ᾿ ἃ γίκεται ταῦτα, πάθη δυνάμεις ἕξεις· ὥστε δῆλον ὅτε τούτων ἄν τι εἴη ἀρετή.

πάθη μὲν οὖν ἐστιν ὀργὴ φόβος μῖσος πόθος ζῆ λος ἔλεος τὰ τοιαῦτα, οἷς εἴωθεν παρακολουθεῖν λύπη καὶ ἡδονή· δυνάμεις δὲ καθ᾿ ἂ παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ᾿ ἃς δυναταί ἐσμεν ὁργισθῆναι λυπηθῆναι ἐλεῆσαι, [καὶ]τὰ τοιαῦτα·

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργιζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν. τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παντελῶς ἀναλγήτως ἔχειν.

ὅταν οὖν οὕτως ἔχωμεν, εὖ διακείμεθα. ὁμείως δὲ [καὶ] πρὸς τὰ ἄλλα τὰ ὅμοια. τὸ γὰρ εὐόργητον καὶ τὸ πρᾶον ἐν μεσότητί ἐστιν ἀργῆς καὶ ἀναλγησέως τῆς πρὸς ὀργήν. ὁμοίως [καὶ] ἐπ᾿ ἀλαζονείως καὶ κς. τὸ μὲν γὰρ πλείω προσποιεῖσθαι τῶν ὑπερχόντων ἔχειν ἀλαζονείας, τὸ δὲ ἐλάττω εἰρωνείας· ἡ ἄρα μεσότης ἡ τούτων ἡ ἀλήθεια ἐστίν.