Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

καὶ ἀναγκαῖον δέ, ἐπεὶ περὶ τῶν ἐν ψυχῇ λέγομεν, περὶ ἀπάντων λέγειν· ἔστι δὲ καὶ ἡ σοφία ἐν ψυχῇ· ὥστε οὐκ ἀλλοτρίως ὑπὲρ ∗∗ψυχῆς ποιούμεθα τοὺς λόγους.

ὥσπερ δʼ ἔχει ἡ δεινότης πρὸς φρόνησιν, οὕτως δόξειεν ἂν ἔχειν ἐπὶ τῶν ἀρετῶν ἀπασῶν. λέγω δὲ οἷον εἰσὶν ἀρεταὶ καὶ φύσει ἐν ἑκάστοις ἐγγινόμεναι, οἷον ὁρμαί τινες ἐν ἑκάστῳ ἄνευ λόγου πρὸς τὰ ἀνδρεῖα καὶ τὰ δίκαια καὶ καθʼ ἑκάστην πρὸς τὰ τοιαῦτα·

εἰσὶ δὲ δὴ καὶ ἔθει καὶ [*](1198a) προαιρέσει. αἱ δὲ δὴ μετὰ λόγου οὖσαι τελέως ἀρεταί εἰσιν ἐπαινεταὶ ἐπιγινόμεναι. ἔστιν οὖν ἡ φυσικὴ ἀρετὴ αὕτη ἡ ἄνευ λόγου χωριζομένη μὲν τοῦ λόγου μικρὰ καὶ ἀπολειπομένη τοῦ ἐπαινεῖσθαι, πρὸς δὲ τὸν λόγον καὶ τὴν προαίρεσιν προστιθεμένη τελείαν ποιεῖ τὴν ἀρετήν. διὸ καὶ συνεργεῖ τῷ λόγῳ καὶ οὐκ ἔστιν ἄνευ τοῦ λόγου ἡ φυσικὴ ὁρμὴ πρὸς ἀρετήν.

οὐδʼ αὖ ὁ λόγος καὶ ἡ προαίρεσις οὐ πάνυ τελειοῦται τῷ εἶναι ἀρετὴ ἄνευ τῆς φυσικῆς ὁρμῆς. διὸ οὐκ ὀρθῶς Σωκράτης ἔλεγεν, φάσκων εἶναι τὴν ἀρετὴν λόγον· οὐδὲν γὰρ ὄφελος εἶναι πράττειν τὰ ἀνδρεῖα καὶ τὰ δίκαια, μὴ εἰδότα καὶ προαιρούμενον τῷ λόγῳ. διὸ τὴν ἀρετὴν ἔφη λόγον εἶναι, οὐκ ὀρθῶς, ἀλλʼ οἱ νῶν βέλτιον· τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον πράττειν τὰ καλὰ, τοῦτό φασιν εἶναι ἀρετήν·

ἀρθῶς μὲν οὐδʼ οὗτοι. πράξαι μὲν γὰρ ἄν τις [*](36—1198a, 21 ═ E. N. 1144b, 1—30.) [*](31. ἡ om. ZKbAld. || 33. 〈ψυχῆς μορίῳ〉 ὄντα Spengelius 34. ὑπὲρ ἀπάντων ZP2Ald. (fors. recte) || 35. ἀλλοτρίους P2, ἄλλως Ald., ἀλλοτρίως c.c.Cv || ψυχῆς aut lacunosum aut corruptum, σοφίας ci. Victorius, αὐτῆς aut 〈σοφίας λέγομεν, ἐπεὶ ὑπὲρ〉 ψυχῆς Spengelius || 1198a, 1. εἰσὶ Spengelius, ἔοτι ΠAld.Bk. Bu. (ἔστιν Kb) || 2. τελέως] τοδε ὡς pr. Kb, τόδε, ὡς rc. Kb, τέως Ad. Va., τεως P2 || 3. 〈καὶ〉 ἐπαινεταὶ γινόμεναι Spengelius 6. προστιθεμένην Kb, προστιθεμένους Ald. || 8. οὐδʼ KbAld.Va., ὁ δʼ Π2P2 || ὁ om. Π2P2 || 9. ἀρετὴν Mb, τὴν ἀρετὴν P2 || 11. λόγους Π1Va. || 15. μὲν] δὲ aut μέντοι dubitanter ci. Susem. (cf. 1182a 16).)

52
τὰ δίκαια προαιρέσει μὲν οὐδεμιᾷ, οὐδὲ γνώσει τῶν καλῶν, ἀλλʼ ὁρμῆ τινι ἀλόγῳ, ὀρθῶς δὲ ταῦτα καὶ κατὰ τὸν ὀρθὸν λόγον (λέγω δέ, ὡς ἂν ὁ λόγος ὁ ὀρθὸς κελεύσειεν, οὕτως ἔπραξεν)· ἀλλ᾿ ὅμως ἡ τοιαύτη πρᾶξις οὐκ ἔχει τὸ ἐπαινετόν. ἀλλὰ βέλτιον, ὡς ἡμεῖς ἀφορίζομεν, τὸ μετὰ λόγου εἶναι τὴν ὁρμὴν πρὸς τὸ καλόν· τὸ γὰρ τοιοῦτον καὶ ἀρετὴ καὶ ἐπαινετόν.

πότερον δ᾽ ἐστὶν ἡ φρόνησις ἀρετὴ ἢ οὔ, ἀπορήσειεν ἄντις. οὐ μὴν ἀλλʼ ἐντεῦθεν ἂν γένοιτο δῆλον ὅτι ἀρετή. εἴπερ γὰρ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία κε αἱ ἄλλαι ἀρεταί, διότι τῶν καλῶν πρακτικαί, καὶ ἐπαινεταὶ εἰσίν, δῆλον ὡς καὶ ἡ φρόνησις τῶν ἐπαινετῶν ἄν τι εἴη καὶ τῶν ἐν ἀρετῆς τάξει ὄντων. ἐφʼ ἃ γὰρ ἡ ἀνδρεία ὁρμᾷ πράττειν, ἐπὶ ταῦτα καὶ ἡ φρόνησις. τὸ γὰρ ὅλον ὡς ἂν αὕτη προστάττῃ, οὕτω καὶ ἡ ἀνδρεία πράττει, ὥστε εἰ αὐτὴ ἐπαινετὴ τῷ ποιεῖν ἃ ἂν ἡ φρόνησις προστάττῃ, ἥ γε φρόνησις τελείως ἂν εἴη καὶ ἐπαινετὴ καὶ ἀρετῶ.

πότερον δ᾽ ἐστὶν ἡ φρόνησις πρακτικὴ ἢ οὔ, ἴδοι ἄν τις ἐντεῦθεν, ἐπὶ τὰς ἐπιστήμας ἐπιβλέψας, οἷον ἐπὶ τὴν οἰκοδομικήν. ἔστιν γάρ, ὡς φαμέν, ἐν οἰκοδομικᾖ ὃ μὲν ἀρχιπέκτων τις καλούμενος, ὃ δὲ ὑπηρετῶν τούτῳ οἰκοδόμος· οὗτος δʼ ἐστὶν ποιητικὸς οἰκίας. ἐστὶν δὲ καὶ ὁ ἀρχιτέκτων, καθὸ οὗτος ἐποίει οἰκίαν, ποιητικὸς οἰκίας. ὁμοίως δὲ ἐπὶ τῶν ἄλλων τῶν ποιητικῶν ἔχει, ἐν αἷς ἔστιν ἀρχιτέκτων [*](1198b) καὶ ὑπηρέτης τούτου. ποιητικὸς ἄρα τινὸς καὶ ὁ ἀρχιτέτων [*](15. οὗτοι R2, οὕτως (οὕτω Ald.) c. c. Va.Bk.Bu. || πράξαι Bk, πράξει KbΠ2, πράξῃ ZP2Ald. || 18. ἂν post κελεύσειεν (κελεύειεν pr. Kb) add. Π1 || 23. ἂν om. ZKbAld. || γίνοιτο? Susem. || 24. ἡ utrumque om. ZKbAld. || 25. διότι] διὰ τὸ Π1 || καὶ add. ΓMb et corr. Pb, c. c. om. Va.Bk.Bu. || 26. τι Rassovius, τις ΠAld. Bk.Bu., non vert. Va. || 28. ὡς αὐτὴ προστάττει ZKb Ald. Va. 29. εἰ] ἡ Ζ Ald. || αὕτη Spengelias (nescio an recte) || 30. τε Z Ald. || 31. καὶ prius om. P2P2, alterum Π2ZP2Ald. (certe alterum hab. Va.) || 36. ἔτι δὲ ZAld., ἔστιν δὲ—37. οἰκίας om. P 37. ἐποίει] ἐπὶ ZKbAld. Va || δὲ] δὲ καὶ Kb, δʼ ἂν P2 || 1198b, 1. ἄρα om. ΖΚ (c. c. add. Va) || 2. οὔ add. Bonitzius Bu, post ποιητικός )

53
ἔσται, καὶ τοῦ αὐτοῦ τούτου 〈οὗ〉 ποιητικὸς καὶ ὁ ὑπηρετικός.

εἰ τοίνυν ὁμοίως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὅπερ εἰκὸς καὶ εὔλογον, καὶ ἡ φρόνησις ἂν εἴη πρακτική. αἱ γὰρ ἀρεταὶ πᾶσαι πρακτικαὶ εἰσίν, ἡ δὲ φρόνησις ὥσπερ ἀρχιτέκτων τις αὐτῶν ἐστίν· ὅπως γὰρ αὕτη προστάξει, οὕτως αἱ ἀρεταὶ καὶ οἳ κατʼ αὐτὰς πράττουσιν· ἐπεὶ οὖν αἱ ἀρεταὶ πρακτικαί, καὶ ἡ φρόνησις πρακτικὴ ἂν εἴη.

πότερον δὲ αὕτη πάντων ἄρχει τῶν ἐν τῇ ψυχῇ, ὥσπερ δοκεῖ καὶ ἀπορεῖται; ἢ οὔ; τῶν γὰρ βελτιόνων οὐκ ἂν δόξειεν, οἷον τῆς σοφίας οὐκ ἄρχει. ἀλλά, φησίν, αὕτη ἐπιμελεῖται πάντων, καὶ κυρία ἐστὶ προστάττουσα.

ἀλλʼ ἴσως ἔχει ὥσπερ ἐν οἰκίᾳ ὁ ἐπίτροπος. οὗτος γὰρ πάντων κύριος καὶ πάντα διοικεῖ ἀλλʼ οὔπω οὗτος ἄρχει πάντων, ἀλλὰ παρασκευάζει τῷ δεσπότῃ σχολήν, ὅπως ἂν ἐκεῖνος μὴ κωλυόμενος ὑπὸ τῶν ἀναγκαίων ἐκκλείηται τοῦ τῶν καλῶν τι καὶ προσηκόντων πράττειν.

οὕτω καὶ ὁμοίως τούτῳ ἡ φρόνησις ὥσπερ ἐπίτροπός τίς ἐστι τῆς σοφίας, καὶ παρασκευάζει ταύτῃ σχολὴν καὶ τὸ ποιεῖν τὸ αὐτῆς ἔργον, κατέχουσα τὰ πάθη καὶ ταῦτα σωφρονίζουσα.