Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις τὰ ὑγιεινὰ προσφέροιτο. τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά.

οὕτως καὶ ἐπὶ τοῦ λόγου, τί ἐστιν ὁ λόγος καὶ τίς ὁ ὀρθὸς λόγος;

[*](1196a, 34—b, 3 ═ E. N. 1136b, 13—1137a, 4 || 1196b, 4—11 ═ E. N. 1138b, 15 34.)[*](28. ἀδίκημα τῶν] ἀδικημάτων Ald. Va. et pr.K (crx. rc.) ἐστι om. ΙΙ et pr. P (suppl. rc.) ||29. δὲ Susem., γὰρ Π Ald. Bk. Bu., porro Va. || τῷ Bas., τὸ ΠAld. || τὸ om. II2 P2 1196b, 1. 〈δʼ〉 ἔστι? Susem. || 2. μὲν om. P2Ald. ||ἀδικεῖ μὲν ταύτη C 3. τὸ αὑτῷ] ταυτῶ Κb Va., ταυτὸ Cv , αὐτῷ δὲ ταυτὸ Ald. 4. ἐπειδὴ] ἐπεὶ Kb ZAld. || 6. πράττομεν Π || τὸ] τὸν ΖAld. μὲν] μὲν γὰρ pr. Mb, μέντοι corr. Mb, prb. Spengelius || 7. βέλ- τιστον (τὸ ante h. v. supra versum pr. m. adi. Mb) post πράτ- τειν add. II2 || 9. δὲ Spengelius 10. ἐστιν post ὑγιεινά II2.BK.Bu., om. P || 11. λόγου ✶✶ Casaubonus. )
47

ἀναγκαῖον ἴσως ἐστὶν πρῶτον μέν, ἐν ὁ λόγος ἐγγίνεται, ὑπὲρ τούτου διελέσθαι.

διωρίσθη μὲν οὖν ὑπὲρ ψυχῆς ὡς τύ- πῳ καὶ πρότερον, ὅτι τὸ μὲν αὐτῆς ἐστι λόγον ἔχον, τὸ δὲ ἄλο- γαν μόριον τῆς ψυχῆς· ἔστιν δʼ εἰς δύο τὴν διαίρεσιν ἔχον τὸ λόγον ἔχον μόριον τῆς ψυχῆς, ὧν ἐστι τὸ μὲν βουλευτικὸν τὸ δὲ ἐπιστημονικόν. ὅτι δὲ ἕτερα ἀλλήλων ἐστίν, ἐκ τῶν ὑποκειμένων ἂν γένοιτο φανερόν.

ὥσπερ γὰρ δὴ ἕτερά ἐστιν ἀλλήλων χρῶμά τε καὶ χυμὸς καὶ ψόφος καὶ ὀσμή, ὡσαύτως καὶ τὰς αἰσθήσεις ἑτέρας αὐτῶν ἡ φύσις ἀπέ- δωκεν (ψόφον μὲν γὰρ ἀκοῇ, χυμὸν δὲ γεύσει γνωρίζο- μεν, χρῶμα δὲ ὄψει), ὁμοίως δὲ καὶ τἄλλο τὸν αὐτὸν τρόπον δεῖ ὑπολαμβάνειν· ἐπεὶ δὴ ἕτερα τὰ ὑποκείμενα ἐστίν, ἕτερα καὶ τὰ τῆς ψυχῆς εἶναι μέρη οἷς ταῦτα γνωρίζο- μεν.

ἕτερον δʼ ἔτι τὸ νοητὸν καὶ τὸ αἰσθητόν· ταῦτα δὲ ψυχῇ γνωρίζομεν· ἕτερον ἄῥ ἂν εἴη τὸ μόριον τὸ περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. τὸ δὲ βουλευτικὸν καὶ προαιρετικὸν πε- ρὶ τὰ αἰσθητὰ καὶ ἐν κινήσει καὶ ἀπλῶς ὅσα ἐν γενέσει τε καὶ φθορᾷ ἐστίν.

βουλευόμεθα γὰρ ὑπὲρ τούτων ἃ ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι προελομένοις, περὶ ἅ ἐστιν καὶ] βουλὴ καὶ προαίρεσις τοῦ πρᾶξαι ἢ μὴ πρᾶξαι· ταῦτα δʼ ἐστιν αἰσθητὰ καὶ ἐν κινήσει τοῦ μεταβάλλειν· ὥστε τὸ προαιρε- τικὸν μόριον τῆς ψυχῆς κατὰ τὸν λόγον τῶν αἰσθητῶν ἐστίν.

τούτων δὴ διωρισμένων, μετὰ ταῦτα λεκτέον ἂν εἴη, ἐπει- [*](12—33 ═ E. N. 1138b, 35—1139b, 14.) [*](14. ἔχον—15. μόριον Ald. Va., ἔχοντος μορίου Eb, ἔχον τὸ δʼ ἄλογον καὶ τοῦ λόγον ἔχοντος μορίου Π2Ρ2 15. ἔστω ci. Spengelius δὴ Π1Bk.Bu. 16. λόγον] ἐνλογον pr. Kb, ἔλλογον aut corr. aut rc. Kb, ἓν λόγον Π2Ρ2Va. || 18. ἐστὶ post 19. ἀλλήλων Π2Ρ2 || 19. χρῶμά τε ZAld., χρώμκτα c. c. Va. 20. καὶ] δὲ καὶ Π2 || 22. ὁμοίως] ὡαύτως Spamgelius 23. ἐπεὶ] εἰ? Su- sem., v. quae adnotabo ad v. 25 || δὴ Susem., δʼ Π2Ρ2 Ald., om. ZKbCvBk.Bu. || 24. δεῖ post εἷναι add. P2Ald. (fors. recte), c. c. om. C Va. || 25. δ’] γάρ, anisi 23. εἰ restituere praestat, Susem. || 27. καὶ προαιρετικὸν om. ZKbAld. Va. || 31. καὶ ante βονλὴ add. Π2, ἡ P || 33. τὸν αἰσθητὸν ZKbAld., τὰ αἰσθητὰ P || 34. δὲ MbP2 (de Pb dubius sam).)

48
δὴ ὑπὲρ τἀληθοῦς ἐστιν ὁ λόγος καὶ τἀληθὲς ὡς ἔχει σκοπούμεθα, ἔστιν δʼ ἐπιστήμη φρόνησις νοῦς σοφία ὑπόλη- ψις, περὶ τί δὴ ἕκαστον τούτων ἐστίν.

ἡ μὲν οὖν ἐπιστήμη ἐστὶ περὶ ἐπιστητόν, καὶ τοῦτο μετʼ ἀποδείξεως καὶ λόγου [*](1197a) διατεινόμενον, ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵ- ρεσις καὶ φυγὴ καὶ ἐφʼ ἡμῖν ἐστιν πρᾶξαι καὶ μὴ πρᾶ- ξαι.

ἔστιν δὴ τῶν ποιουμένων καὶ πραττομένων οὐ ταὐτὸ τὸ ποιητικὸν καὶ πρακτικόν. τῶν μὲν γὰρ ποιητικῶν ἐστί τι παρὰ τὴν ποίησιν ἄλλο τέλος, οἷον παρὰ τὴν οἰκοδομικήν, ἐπειδή ἐστιν ποιητικὴ σἰκίας, οἰκία αὐτῆς τὸ τέλος παρὰ τὴν ποίησιν, ὁμοίως ἐπὶ τεκτονικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν·

ἐπεὶ δὲ τῶν πρακτικῶν οὐκ ἔστιν ἄλλο οὐθὲν τέλος παῥ αὐτὴν τὴν πρᾶξιν, οἷον παρὰ τὸ κιθαρίζειν οὐκ ἔστιν ἄλλο τέλος οὐθέν, ἀλλʼ αὐτὸ τοῦτο τέλος, ἡ ἐνέργεια καὶ ἡ πρᾶξις. περὶ μὲν οὖν τὴν πρᾶξιν καὶ τὰ πρακτὰ ἡ φρόνησις, περὶ δὲ τὴν ποίησιν καὶ τὰ ποιητὰ ἡ τέχνη· ἐν γὰρ τοῖς ποιη- τοῖς μᾶλλον ἢ ἐν τοῖς πρακτοῖς ἐστι τὸ τεχνάζειν.

ὥστε ἡ φρόνησις ἂν εἴη ἕξις τις προαιρετικὴ καὶ πρακτικὴ τῶν ἐφʼ ἡμῖν ὄντων καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, ὅσα εἰς τὸ συμφέρον ἤδη συντείνει.

ἔστιν δʼ ἡ φρόνησις ἀρετή, ὡς δό- ξειεν ἄν, οὐκ ἐπιστήμη. ἐπαινετοὶ γάρ εἰσιν οί φρόνιμοι, ὁ δʼ ἔπαινος ἀρετῆς· ἔτι δʼ ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν, φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλʼ ὡς ἔοικεν, αὐτό τί ἐστιν [*](34—37 ═ E. N. 1139b, 14—17, at difert de ὑπολήψει, cf. Spengel. p. 446 sq. lrendelenbmuη. p. 433 sq. ═ 37—1197a, 1 E. N. 1139b, 180—36 || 1197a, 1—3 ═ E. N. 1140a, 1—b, 30. cf. 1094a, 3—6. E.E. 1219a, 13—17 || 13—20 E. N. 1140a, 24—b, 30.) [*](35. τἀληθοῦς Spengelius, 〈τοῦ〉ἀληθοῦς coniecerat Rieckher, ἀληθοῦς ΠAld.Bk.Bu. || 1197a, 1. πρακτικά MbCv || 3. δὲ? Su- sem. || τὸ om. 4. τι] τὸ ZP2Ald., om. Π2 || 6. οἰκίας ποιη- τικὴ ZAld. || 11. οὖν om. Π2 || 12. ποιητικοῖς ZKbAld. || 13. ἐν τοῖς om. ZKb, ἐν om. Ald. || πρακτικοῖς KbCv, πρακτικαῖς Z (γρ. πρακτοῖς Vict.) || 15. καὶ μὴ πρᾶξαι ὅσα om. ZKbAld.Va. || εἰς] εἰ KbPb || 16. δʼ ἡ corruptun esse censet Bas.3, δὴ Spen- gehus || 19. αὐτή τίς vel αὐτή ci. Spengelius. )

49
ἀρετή. ὁ δὲ νοῦς ἐστι περὶ τὰς ἀρχὰς τῶν νοητῶν καὶ τῶν ντων· ἡ μὲν γὰρ ἐπιστήμη τῶν μετʼ ἀποδείξεως ὄντων ἐστίν, αἱ δʼ ἀρχαὶ ἀναπόδεικτοι, ὥστʼ οὐκ ἂν εἴη περὶ τὰς ἀρχὰς ἡ ἐπιστήμη, ἀλλʼ ὁ νοῦς.

ἡ δὲ σοφία ἐστὶν ἐξ ἐπι- στήμης καὶ νσῦ συγκειμένη. ἔστιν γὰρ ἡ σοφία καὶ περὶ τὰς ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν ἤδη δεικνύμενα, περὶ ἂ ἡ ἐπιστήμη· μὲν οὖν περὶ τὰς ἀρχάς, τοῦ νοῦ αὐτὴ μετέχει, ῇ δὲ περὶ τὰ μετὰ τὰς ἀρχὰς μετ᾿ ἀποδείξεως ὄντα, τῆς ἐπι- στήμης μετέχει· ὥστε δῆλον ὅτι ἡ σοφία ἐστὶν ἔκ τε νοῦ καὶ ἐπι- σπτήμης συγκειμένη, ὥστʼ εἴη ἂν περὶ ταὐτά, περὶ ἃ καὶ ὁ νοῦς καὶ ἡ ἐπιστήμη.

ἡ δὲ ὑπόληψίς ἐστιν, ὑπὲρ ἀπάντων ἐπαμ- φοτερίζομεν, πρὸς τὸ καὶ εἶναι ταῦτα οὕτω καὶ μὴ εἶναι.

πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ; ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ περὶ τὰ ἐν μεταβολ ὄντα. λέγω δὲ οἷον εὐθὺ μὲν ἢ καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα, τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέ- ρει, ἐκείνως δὲ οὐ συμφέρει. περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ φρό- 1197b νησις, ἡ δὲ σοφία οὔ. ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.

πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆ- λον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως. [*](20—23 ═ E. N. 1140b, 31—1141a, 8 || 23—30 ═ E. N. 1141a, 9—20 32—1197 b, 10 ═ E. N. 1141a, 21—b, 14.) [*](23. ἀλλʼ ὁ] ἀλλὰ ZDbAld. || 26. αὐτὴ Π2Va., αυτη pr. Kb, αὕτη ΖP2 Ald. et rc. K 28. τε om. Π || 29. ταὐτά Spengelius (cf. 1199b, 34), ταῦτα ΠVa. editiones || 36. ἐστιν ἀεὶ corr. (fort. ipsius librari) Mb, ἔστιν P2Va., ἐστὶν ἢ Π2, ἐστὶν ἃ Ζ, ἐστιν Ald. et pr. Kb, ἔστιν rc. Kb, ἐστὶ Bas.3, ἅ ἐστι mg. Gasaub., ἀεί ἐπτι Bk.Bu. 37. τὸ] τῶ Π2P2Va. || ἄλλο τι] ἄλληλα Π1Pb Va.Bk.Bu. (fors. recte), ἄλλα? Susem. || 1197b, 3. δῆλον post 4. ἂν Π2 Bk.Bu.)

50
εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμ- φέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.

καὶ ἡ φρόνησις, περὶ τὰ πρακτά. ὁ γὰρ συνετός που λέγε- ται τῷ δυνατὸς βουλεύεσθαι 〈εἶναι〉 καὶ ἐν τῷ ὀρθῶς τι κρῖναι καὶ ἰδεῖν· περὶ μικρῶν δὲ καὶ ἐν μικροῖς ἡ κρίσις αὐ- τοῦ. ἔστιν οὖν ἡ σύνεσις καὶ ὁ συνετὸς μέρος τι φρονή- σεως καὶ τοῦ φρονίμου, καὶ οὐκ ἄνευ τούτων· οὐ γὰρ ἂν χωρίσαις τὸν συνετὸν τοῦ φρονίμου.

γὰρ δεινότης καὶ ὁ δεινὸς οὐκ ἔστι μὲν οὔτε φρόνησις οὔτε φρό- νιμος, ὁ μέντοι φρόνιμος δεινός, διὸ καὶ συνεργεῖ πως τῇ φρο- νήσει ἡ δεινότης·

ἀλλὰ δεινὸς μὲν καὶ ὁ φαῦλος λέγεται, οἷ- ον Μέντωρ δεινὸς μὲν ἐδόκει εἶναι, ἀλλʼ οὐ φρόνιμος ἦν. τοῦ γὰρ φρονίμου καὶ τῆς 'φρονήσεώς ἐστι τὸ τῶν βελτίστων ἐφίεσθαι καὶ τούτων προαιρετικὸν εἶναι καὶ πρακτικὸν ἀεί, τῆς δὲ δεινότητος καὶ τοῦ δεινοῦ σκέψασθαι ἐκ τίνων ἂν ἕκαστον γένοιτο τῶν πρακτῶν, καὶ τὸ ταῦτα πορίσαι.

δόξειεν ἂν οὖν εἶναι ὁ δεινὸς ἐν τοῖς τοιούτοις τε καὶ περὶ ταῦτα·

ἀπορήσειε δʼ ἄν τις καὶ θαυμάσειε, διὰ τί ὑπὲρ ἠθῶν λέγοντες καὶ πολιτικῆς τινος πραγματείας ὑπὲρ σοφίας λέγο- μεν. ὅτι ἴσως γὲ πρῶτον μὲν οὐδʼ ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ [*](1197b, 11—17 ═ E. N. 1142b, 34—1143a, 18 (at recedit ab Aistotele) ||18—26 E. N. 1144a, 23—b, 1.) [*](7. χείρω γὰρ Π1Va., χεῖρόν Π2 || 11. ἢ] καὶ? Susem. || δʼ ἡ] δὴ Spengelius, δὴ ἡ? Susem. || 13. εἷναι add. Spengelius Susem. || 14. κρίναι Π1 || μικρὸν ZAlld. || δὲ Rieckher, τε ΠAld. Bh.Bu. 26. γίνοιτο Susem. || πρακτικῶν (sici) Mb, πρακτικῶν Cv et pr. Kb (crx. rc.) || πορίσασθαι ZAld. || 27. τοιούτοις 28. ταῦτα] τούτοις—τοιαῦτα aut τοιούτοις—τοιαῦτα ci. Spengelius. )

51
σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν. ἔτι δʼ ἴσως ἐστὶν φιλοσόφου καὶ περὶ τούτων παρεπισκοπεῖν ὅσα ἐν τῷ αὐτῷ τυγχάνουσιν ὄντα.