Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὁ μὲν οὖν φίλος τοιοῦτος· ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας καὶ ἀλαζονείας. ἔστι δὴ περὶ λόγους, οὐ πάντας δέ. ὁμὲν γὰρ ἀλαζών ἐστιν ὁ πλείω τῶν ὑπαρχόντων αὑτῳ προσποιούμενος εἶναι, ἢ εἰδέναι ἃ μὴ οἶδεν, ὁ δʼ εἴρων ἐναντίος τούτῳ καὶ ἐλάττω τῶν ὑπαρχόντων προσποιούμενος αὑτῷ εἶναι, καὶ ἃ οἶδεν μὴ φάσκων, ἀλλʼ ἐπικρυπτόμενος τὸ εἰδέναι.

ὁ δὲ ἀληθὴς οὐδέτερον τούτων ποιήσει. οὔτε γὰρ προσποιήσεται πλείω τῶν ὑπαρχόντων οὔτʼ ἐλάττω, ἀλλὰ τὰ ὑπάρχοντα αὑτῷ ταῦτα φήσει καὶ εἶναι καὶ εἰδέναι.

εἰ μὲν οὖν εἰσιν αὗται ἀρεταὶ ἢ μὴ ἀρεταί, ἄλλος ἂν εἴη λόγος· ὅτι δὲ μεσότητές εἰσι τῶν εἰρημένων, δῆλον. οἱ γὰρ κατʼ αὐτὰς ζῶντες ἔπαινοῦνται.