Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

νέμεσις δέ ἐστιν μεσότης φθονερίας καὶ ἐπιχαιρεκακίας· ἀμφότεραι γὰρ αὗται ψεκταὶ εἰσίν, ὁ δὲ νεμεσητνκὸς ἐπαινετός. ἔστι δʼ ἡ νέμεσις περὶ ἀγαθά, ἃ τυγχάνει ὑπάρχοντα ἀναξίῳ ὄντι, λυπή τις. νεμεσητικὸς οὖν ὁ ἐπὶ τοῖς τοιούτοις λυπητικός. καὶ ὁ αὐτός γε πάλιν οὗτος λυπήσεται, ἄν τινα ἴδῃ κακῶς πράττοντα ἀνάξιον ὄντα. ἡ μὲν οὖν νέμεσις καὶ ὁ νεμεσητικὸς ἴσως τοιοῦτος, ὁ ὀέ γε φθονερὸς ἐναντίος τούτῳ. ἁπλῶς γάρ, ἄν τε ἄξιός τις ἄν τε μὴ τοῦ εὖ πράττειν, λυπήσεται. ὁμοίως τούτῳ ὁ ἐπιχαιρέκακος ἡσθήσεται κακῶς πράττοντι καὶ τῷ ἀξίῳ καὶ τῷ ἀναξίῳ. ὁ δέ γε νεμεσητικὸς οὔ [τοιοῦτος], ἀλλὰ μέσος τίς ἐστι τούτων.

σεμνότης δέ ἐστιν αὐθαδείας ἀνὰ μέσον τε καὶ ἀρεσκείας, ἔστιν δὲ περὶ τὰς ἐντεύξεις. ὅ τε γὰρ αὐθάδης τοιοῦτός ἐσπιν οἷος μωηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔ??ομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι· ὁ γὰρ αὐθάδης αὐτοάδης τις ἐστίν, ἀπὸ τοῦ αὐτὰς αὑτῷ ἀρέσκειν)·

ὁ δὲ ἄρεσκος τοιοῦτος οἷος πᾶσιν ὁμιλεῖν καὶ πάντως καὶ πανταχῇ. οὐδέτερος δὴ τούτων ἐπαινετός, ὁ δέ γε σεμνὸς ἀνὰ μέσον τούτων ὢν ἐπαινετός· οὔτε γὰρ πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἀξίους, οὔτε πρὸς οὐθένα, ἀλλὰ πρὸς τοὺς αὐτοὺς τούτους.