Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη [*](1191b, 23–38 = E. E. 1231b, 5–26. E. N. 1125b, 26 –1126b, 9 (cf. 1191a, 38–b, 5. Ramsauer p. 19 sq.) ‖ 39 – 1192a, 20 = E. E. 1231b, 27–1232a, 18. E. N. 1119b, 19— 1122a, 18.) [*](23. καὶ Π1V.a, om. Π2Bk.Bu. ‖ 24. μὲν om. Kb Ald.Bk.Bu. ‖ 28. βέλτιστον–μέσον secl. Rassovius ‖ 30. παντὶ] πάντη Π2 ‖ 31. παντὶ post 32. δεῖ Π2 ‖ 1192a, 3. ὃ τʼ Sylburgius, ὁ δʼ ΠAld. Va ‖ ἀνελευθέριος Ald. et rc. Pb et pr. Kb (crx. rc.) ‖ ἐναντίως Π2Cv, ἐναντίος Π1Va. ‖ 6. δʼ post ὁ add. KbAld. ‖ 7. τίς — ὁ et 9. οἷον Π1Va., om. Π2)

33
πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. — πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρα- σκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδε- μιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότη- τος, ἀλλʼ ἤδη χρηματιστικῆς.

ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπου- δαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν μᾶλ- λον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶ- σθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον.