Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἀμφότεροι δὲ οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.