Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας. [*](1192a) ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη· ὁ τε γὰρ ἄσωτός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

ἀμφότεροι δὲ οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη [*](1191b, 23–38 = E. E. 1231b, 5–26. E. N. 1125b, 26 –1126b, 9 (cf. 1191a, 38–b, 5. Ramsauer p. 19 sq.) ‖ 39 – 1192a, 20 = E. E. 1231b, 27–1232a, 18. E. N. 1119b, 19— 1122a, 18.) [*](23. καὶ Π1V.a, om. Π2Bk.Bu. ‖ 24. μὲν om. Kb Ald.Bk.Bu. ‖ 28. βέλτιστον–μέσον secl. Rassovius ‖ 30. παντὶ] πάντη Π2 ‖ 31. παντὶ post 32. δεῖ Π2 ‖ 1192a, 3. ὃ τʼ Sylburgius, ὁ δʼ ΠAld. Va ‖ ἀνελευθέριος Ald. et rc. Pb et pr. Kb (crx. rc.) ‖ ἐναντίως Π2Cv, ἐναντίος Π1Va. ‖ 6. δʼ post ὁ add. KbAld. ‖ 7. τίς — ὁ et 9. οἷον Π1Va., om. Π2)

33
πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. — πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρασκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδεμιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότητος, ἀλλʼ ἤδη χρηματιστικῆς.