Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας. [*](1192a) ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη· ὁ τε γὰρ ἄσω- τός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλί- σκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

ἀμφότεροι δὲ οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.