Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

δῆλον δὲ ἔσται μᾶλλον καὶ καθʼ ἕκαστον σκοποῦσιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·

καὶ γὰρ οὗτος ψεκτός, ἀνάλγητός γε ὥν), ἐπεὶ τοίνυν καὶ ὁ κατὰ τὴν ὑπερβολὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.