Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἔχόμενον δʼ ἂν εἴη τούτου λέγειν ὑπὲρ πραότητος, [καὶ] τί ἐστι καὶ ἐν τίσιν. ἔστιν [μὲν] οὖν ἡ πραότης ἀνὰ μέσον ὀργιλό- τητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι· εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον.

δῆλον δὲ ἔσται μᾶλλον καὶ καθʼ ἕκαστον σκοποῦ- σιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·

καὶ γὰρ οὗτος ψεκτός, ἀνάλγητός γε ὥν), ἐπεὶ τοίνυν καὶ ὁ κατὰ τὴν ὑπερβο- λὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.