Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέχεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων. οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.

[*](37. τὰς om. Π2 || 1191b, 8. καὶ δὴ secl. Scaliger || 10. ὁ add. Bonitzius Bu. || 14. αὐτόν — 15. ἤδη] αὐτό γέ τοι νὴ Διʼ Scaliger, ὁ αὐτὸ ἤδη ci. Spengelius || τε KbP2Cv || 15. ἤδη αὐτοῦ] μόνου ci. Sylburgius || πράττων σώφρων Scaliger, prb. Spengelius || σώφρονα ✶✶ Susem, σώφρονα 〈χρὴ καλεῖν〉 vel simile quid olim ci. Spenge lius, σώφρωνα 〈φατέον〉 Bonitzius || σώφρονα 〈λέγομεν〉 vel σώφρονα 〈καλοῦμεν〉 Rieckher || 18. οὐ Mb Ald. || 19. δοκιμάζοντες Π1 || 22. γενομένας Π2Kb.)
32

ἔχόμενον δʼ ἂν εἴη τούτου λέγειν ὑπὲρ πραότητος, [καὶ] τί ἐστι καὶ ἐν τίσιν. ἔστιν [μὲν] οὖν ἡ πραότης ἀνὰ μέσον ὀργιλότητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι· εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον.

δῆλον δὲ ἔσται μᾶλλον καὶ καθʼ ἕκαστον σκοποῦσιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·

καὶ γὰρ οὗτος ψεκτός, ἀνάλγητός γε ὥν), ἐπεὶ τοίνυν καὶ ὁ κατὰ τὴν ὑπερβολὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.

ἐλευθεριότης δέ ἐστιν μεσότης ἀσωτίας καὶ ἀνελευθερίας. [*](1192a) ἔστιν δὲ περὶ χρήματα τὰ τοιαῦτα πάθη· ὁ τε γὰρ ἄσωτός ἐστιν ὁ ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ πλείω ὧν δεῖ καὶ ὅτε μὴ δεῖ, ὅ τʼ ἀνελεύθερος ἐναντίως τούτῳ ὁ μὴ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

ἀμφότεροι δὲ οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.

— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη [*](1191b, 23–38 = E. E. 1231b, 5–26. E. N. 1125b, 26 –1126b, 9 (cf. 1191a, 38–b, 5. Ramsauer p. 19 sq.) ‖ 39 – 1192a, 20 = E. E. 1231b, 27–1232a, 18. E. N. 1119b, 19— 1122a, 18.) [*](23. καὶ Π1V.a, om. Π2Bk.Bu. ‖ 24. μὲν om. Kb Ald.Bk.Bu. ‖ 28. βέλτιστον–μέσον secl. Rassovius ‖ 30. παντὶ] πάντη Π2 ‖ 31. παντὶ post 32. δεῖ Π2 ‖ 1192a, 3. ὃ τʼ Sylburgius, ὁ δʼ ΠAld. Va ‖ ἀνελευθέριος Ald. et rc. Pb et pr. Kb (crx. rc.) ‖ ἐναντίως Π2Cv, ἐναντίος Π1Va. ‖ 6. δʼ post ὁ add. KbAld. ‖ 7. τίς — ὁ et 9. οἷον Π1Va., om. Π2)

33
πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. — πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρασκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδεμιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότητος, ἀλλʼ ἤδη χρηματιστικῆς.

ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπουδαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν μᾶλλον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶσθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον.

οἱ μὲν οὖν εὐκαταφρόνητοι ὄντες καὶ φαῦλοι, μεγάλων δʼ αὑτοὺς ἀξιοῦντες καὶ πρὸς τούτοις τιμᾶσθαι οἰόμενοι δεῖν, χαῦνοι· ὅσοι δὲ ἐλαττόνων αὑτοὺς ἀξιοῦσιν ἢ προσῆκον αὐτοῖς, μικρόψυχοι.

ὁ ἄρα μέσος τούτων ἐστὶν ὃς μήτε [*](1192a, 21—36 = E. E. 1232a, 19–1233a, 30. E. N. 1123a, 34–1125a, 34.) [*](14. εἰσι om. Π 19. οὔτε Spengelius, οὐδὲ ΠAld.Bk.Bu. ‖ 20. χρηματιστικῆς Va., χρηματιστική ΠAld.Bk. ‖ 23. οὐ 〈μόνον〉 ci. Rieckher ‖ τῶν ante πολλῶν add. P2 et rc. ‖ 24. καὶ] ἢ ? Susem. ‖ μᾶλλόν γε? Susem. ‖ δὴ P2, δεῖ Kb, δεῖ ἢ Ald., δὴ ἢ Bas.2, δὴ ὀρθῶς Π2 ‖ 26. τῶν συνειδότων αὐτῶ Pb, τοῦ συνειδότος αὑτῶ (αὐτῶ Mb) Mb Bk.Bu., τῶν εἰδότων αὐτὸν Π1 Va. ‖ 27. τὴν post πᾶσαν add. Π2 ‖ 31. αὐτοὺς Π1 et pr. Pb (crx. rc.) ἀξιοῦσι προσηκόντων αὐτοῖς μειζόνων μικρόψυχοι Π2 ‖ 32. μήτε )

34
ἐλάττονος τιμῆς αὑτὸν ἀξιοῖ ἢ προσήκει, μήτε μείζονος ἢ ἄξος ἐστίν, μήτε πάσης· οὗτος δʼ ἐστὶν ὁ μεγαλάψυχφοςι ὥστε δῆλον ὅτι ἡ μεγαλοψυχία μεσότης ἐστὶ χαυνότητος καὶ μικροψυχίας.

μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μικροπρεπείας. ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς [*](1192b) τῷ πρέποντι γίνεσθαι προσήκει. ὅστις μὲν οὖν δανανᾷ οὗ μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ εὐπορίαν)·