Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

μεσότης οὖν ἂν εἴη τούτων· ἔστιν δὲ ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα. οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ ἁρὴν καὶ γεῦσιν.

οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πά- σχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπο- λαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώ- φρονα✶✶.

ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέ- χεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων. οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.

[*](37. τὰς om. Π2 || 1191b, 8. καὶ δὴ secl. Scaliger || 10. ὁ add. Bonitzius Bu. || 14. αὐτόν — 15. ἤδη] αὐτό γέ τοι νὴ Διʼ Scaliger, ὁ αὐτὸ ἤδη ci. Spengelius || τε KbP2Cv || 15. ἤδη αὐ- τοῦ] μόνου ci. Sylburgius || πράττων σώφρων Scaliger, prb. Spengelius || σώφρονα ✶✶ Susem, σώφρονα 〈χρὴ καλεῖν〉 vel simile quid olim ci. Spenge lius, σώφρωνα 〈φατέον〉 Bonitzius || σώφρονα 〈λέγομεν〉 vel σώφρονα 〈καλοῦ- μεν〉 Rieckher || 18. οὐ Mb Ald. || 19. δοκιμάζοντες Π1 || 22. γενομένας Π2Kb.)
32