Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιά- ζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον [*](1191 a) ἀεὶ εἶναι ἀνδρεῖον.

διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπη- θῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —

πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι. σημεῖον δὲ τούτου· καὶ γὰρ Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα

  • ῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
  • διὸ οἴται δεῖν μάχεσθαι. οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ
    30
    γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει. οὗ γὰρ ἀφαιρου- μένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος

    —ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶπροσ δο- κίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται.

    οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.

    ὡς ἀπλῶς μὲν εἰ- πεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.

    οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία. δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρ- μῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.

    ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖ- σθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ ἂν εἴη ἀνδρεῖος.