Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη. ἦρʼ οὖν εἰ μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος; ἢ οὔ; ὁμοίως δʼ εἴ τις φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φο- βούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον. οὐκ ἄρα ἐν τοῖς τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία.