Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— ἀρετῆς δέ γʼ ἐστὶ τέλος τὸ καλόν. τούτου ἄρʼ ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται. ἔτι δὲ καὶ ταῦτα ταύτης. ὅλως δὲ δὴ φαίνεται ἄτοπον· ἴσως γὰρ ἂν ἐν γραφικῇ εἴη τις ἀγαθὸς μιμητής, ὅμως δὲ οὐκ ἂν ἐπαινεθείη, ἂν μὴ τὸν σκοπὸν θῇ τὰ βέλτιστα μιμεῖσθαι. τῆς ἀρετῆς ἄρα παντελῶς τοῦτʼ ἐστίν, τὸ καλὸν προθέσθαι. διὰ τί οὗν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν ἐνέρ- [*](34—1190b, 6 = E. E. 1228a, 2—19.) [*](16. τὸ σκοπεῖν Rieckher (fors. recte) ||17. πρὸς prius secl. Rieckher Spengelius 19. τούτου] τούτων mg. Casaub. || 20. γὰρ h. l. rc. P Rassovius, post 21. ἕκαστον Π2P2, om. Kb Ald. Va. Bk. Bu. 21. ἑκάστου aut ἑκάστῳ ci. Spengelius (haud recte) || καὶ ποιητικὸν καὶ προθετικόν Kb Ald. Va Bk. Bu. 23. καὶ Π2 P2 Va., om. Kb Ald. Bk. Bu. (Scaliger) || τούτου—26. ἔσται corrupta, τού- του—24. ἐστίν post 24. καὶ deletis 24. τινι et 25. 26. ἔσται tri. Scaliger 26. ἐστίν Spengelius, ἄν Ald. || ὡς secl. Scalinger || 28. ἀρετῆς Π2 P2 Va., τῆς Kb Ald. || 29. ἡ ἀρετὴ Π1 Va., om. Π2 Bk. Bu. 30. ταῦτα Kb P2 Va., ταυτὸν Π2 Ald. || ὅλως δὲ (τε Π2 P2) δὴ corrupta, εἰ δὲ μὴ Rieckher, ἄλλως δὲ δὴ? Susem. 32. θῆ Bk., φῆ Π2 P2, φῆις Kb, θεὶς Ald. || τὰ κάλλιστα Bk. Bu. (fore. recte), μάλιστα Π2 || 33. ἄρα παντελῶρ Kb P2 Va., ἄρα πᾶν τέλος Π2, περιπαντελοῦς Ald. || 35. ἕξιν τὴν] ἀρετὴν Π1 Va. Bk.Bu. || οὗ Va. Bas.1, ὧν Π Ald. || 1190 b 1. βελτίω Π Va. || 7. ἐπεὶ δὲ Ald et rc. Kb, ἀλλʼ ἐπεὶ Mb P2 Bk. Bu. et rc. Pb, om. pr. Kb Pb || [ἐπεὶ — 8. εἰσίν.] ✶✶. 9. ἐπεὶ Ramsauer Susem., tabulam (δια- γραφήν) potius virtutum moralium ante 7. ἐπεὶ excidisse altera est coniectura Ramsaueri: v. append. 9. ἐστιν om. || 11. ἀποβάλῃ Ald. et corr. Kb || 13 νόσον ex E. N. 1115 a, 17. 29 Spengelius, μόνον Π Ald. Va. Bk. || 19. οἷον om. Kb Ald. Bk. Bu. πολλοὶ] λοιποὶ Kb Ald. Va. || 20.ἢ ἅπαντες Π (fors. recte) || ἐν τού- τοις post ὁ Π2 Ρ2.Bk.Βu. (fors. recte), πρὸς τούτοις Ald. || 21. τοίνυν] οὖν || 28. δὴ Bonitzius, δὲ Kb Pb Bk., γε Ald., om Mb P2 || 29. φάσκων post εἷναι Mb Bk.Bu. || οὔ φαμεν οὐδʼ ἐροῦ- σιν haud sana esse ci. Spengelius || 32. δʼ αὖ Π2 Ρ2 Va., οὖν Κb Ald. || 1191a, 4. οὐδὲ δεῖ Kb P2, οὐ δεῖ δὲ Π2 Ald. Va. Bk.Bu. || τὸ add. Kb P2 Cv, c. c. om. Bk.Bu. || 5. οἷον εἰ Π1 Va., οἷον οἱ Pb, Mb Bk.Bu. || 8. ὁ ὅμηρος Π2.)

28
γειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλʼ ἐν οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο [*](1190 b) ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι. οἱ γὰρ ἄλλοι ἄνθρωποι τὸν σπουδαῖον θεωροῦντες κρίνουσιν ἐκ τοῦ πράττειν, διὰ τὸ μὴ δυνατὸν εἶναι δηλῶσαι τὴν ἑκάστου προαίρεσιν ἣν ἔχει, ἐπεὶ εἰ ἦν εἰδέναι τὴν ἑκάστου γνώμην, ὡς ἔχει πρὸς τὸ καλόν, καὶ ἄνευ τοῦ πράττειν σπουδαῖος ἂν ἐδόκει εἶναι.

ἐπεὶ δὲ μεσότητάς τινας τῶν παθῶν κατηρ θᾶ, λεκτέον ἂν εἴη περὶ ποῖα τῶν παθῶν εἰσίν.]

✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη. ἦρʼ οὖν εἰ μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος; ἢ οὔ; ὁμοίως δʼ εἴ τις φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φο- βούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον. οὐκ ἄρα ἐν τοῖς τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία.

ἀλλὰ μὴν οὐδʼ ἐν τοῖς τοιούτοις, οἷον εἰ μή τις φοβεῖσται βροντὰς ἢ ἀστραπὰς ἢ ἄλλο τι τῶν ὑπὲρ ἄνθρωπον φοβερῶν, οὐκ ἀνδρεῖ- ος ἀλλὰ μαινόμενός τις. ἐν φόβοις ἄρα καὶ θάρρεσίν ἐστιν ὁ ἀνδρεῖος τοῖς κατʼ ἀνθρώπους· λέγω δὲ οἷον ἃ οἱ πολλοὶ φο- βοῦνται ἢ οἱ πάντες, ἐν τούτοις ὁ ὢν θαρραλέος, οὗτος ἀνδρεῖος.

[*](1190 b, 7 sq. Ε. Ε. 1228 a, 23—26. Ε. N. 1114 b, 26—29. 1115 a, 4 sq. || 9—1191 a, 36 ═ E. E. 1228 a, 26—1230 a, 36. Ε. N. 1115 a, 5—1117 b, 22.)
29

τούτωρντοίνυν διωρισμένων σκεππτέον ἂνεἴη, ἐπειδὴ κατὰ πολ- λά εἰσιν οἱ ἀνδρεῖοι, ὁ ποῖος ἀνδρεῖος. ἔστιν γὰρ καὶ κατʼ ἐμπειρίαν τις ἀνδρεῖος, οἷον οἱ στρατιῶται. οὗτοι γὰρ σἴδσι διʼ ἐμπειρίαν ὅτι ἐν τοιούτῳ τόπῳ ἢ ἐν τοιούτῳ καιρῷ ἢ οὕτως ἔχοντι ἀδύνατόν τι παθεῖν. ὁ δὲ ταῦτα εἰδὼς καὶ διὰ ταῦτα ὑπομένων τοὺς πολεμίους οὐκ ἀνδρεῖοςʼ ἐὰν γὰρ τούτων μηθὲν ὑπάρχῃ, οὐχ ὑπομένει.

διὸ τοὺς διʼ ἐμπειρίαν οὐ φατέον ἀνδρείους. οὐδὲ Σωκράτης δὴ ὀρθῶς ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν. ἡ γὰρ ἐπιστήμη ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη.

— πάλιν δʼ αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν. οὐδὲ δὴ- οὐδὲ τούτους φατέον ἀνδρείους.

— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιά- ζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον [*](1191 a) ἀεὶ εἶναι ἀνδρεῖον.

διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπη- θῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —

πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι. σημεῖον δὲ τούτου· καὶ γὰρ Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα

  • ῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
  • διὸ οἴται δεῖν μάχεσθαι. οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ
    30
    γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει. οὗ γὰρ ἀφαιρου- μένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος

    —ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶπροσ δο- κίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται.

    οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.

    ὡς ἀπλῶς μὲν εἰ- πεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.

    οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία. δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρ- μῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.

    ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖ- σθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ ἂν εἴη ἀνδρεῖος.

    — ἔτι δὲ καὶ ὥσπερ ἐπάνω διειλόμεθα, περὶ φό- βους καὶ κινδύνους οὐ πάντας ἀλλὰ τοὺς ἀναιρετικοὺς τῆς οὐσίας.— ἔτι δὲ οὐδʼ ἐν τῷ τυχόντι καὶ παντὶ χρόνῳ, ἀλλʼ ἐν ᾧ οἱ φόβοι καὶ οἱ κίνδυνοι πλησίον εἰσίν. εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυ- νον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος· ἔνιοι γὰρ θαρροῦσιν διὰ τὸ μα- κρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.

    ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος· σωφροσύνη [*](1191a, 36–b, 22 = E. E. 1230a, 35–1231b, 4. E. N. 1117b, 23–1119b, 19.) [*](14. εἶναι om Π2 (fors. recte) ‖ 17. τὸν ποῖον οὖν ἀνδρεῖον vel ὁποῖος οὖν ἀνδρεῖος Spengelius, τὸν ὁποιονοῦν ἀνδρεῖον Π Ald.Bk.Bu. ‖ 28. ἄν add. Bonitius Susem. ‖ 31. ἀναιρετικοὺς ΓΠ2, αἱρετικοὺς Π1Va. ‖ 33. πλησίον Bk., πλησίοι P2, πλεῖστοέ Ald., πλείους Va., πλεῖόν cet. ‖ 34. οὔπω] πῶς Kb Ald.Va. )

    31
    δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ τὰς ἡδονάς. ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅπο- σα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτί- στου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδεί- [*](1191b) ας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερ- βολὴν καὶ κατʼ ἔνδειαν. ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθη- σίας.

    μεσότης οὖν ἂν εἴη τούτων· ἔστιν δὲ ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα. οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ ἁρὴν καὶ γεῦσιν.

    οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πά- σχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπο- λαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώ- φρονα✶✶.

    ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέ- χεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων. οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.

    [*](37. τὰς om. Π2 || 1191b, 8. καὶ δὴ secl. Scaliger || 10. ὁ add. Bonitzius Bu. || 14. αὐτόν — 15. ἤδη] αὐτό γέ τοι νὴ Διʼ Scaliger, ὁ αὐτὸ ἤδη ci. Spengelius || τε KbP2Cv || 15. ἤδη αὐ- τοῦ] μόνου ci. Sylburgius || πράττων σώφρων Scaliger, prb. Spengelius || σώφρονα ✶✶ Susem, σώφρονα 〈χρὴ καλεῖν〉 vel simile quid olim ci. Spenge lius, σώφρωνα 〈φατέον〉 Bonitzius || σώφρονα 〈λέγομεν〉 vel σώφρονα 〈καλοῦ- μεν〉 Rieckher || 18. οὐ Mb Ald. || 19. δοκιμάζοντες Π1 || 22. γενομένας Π2Kb.)
    32

    ἔχόμενον δʼ ἂν εἴη τούτου λέγειν ὑπὲρ πραότητος, [καὶ] τί ἐστι καὶ ἐν τίσιν. ἔστιν [μὲν] οὖν ἡ πραότης ἀνὰ μέσον ὀργιλό- τητος καὶ ἀοργησίας. καὶ ὅλως δὲ δοκοῦσιν αἱ ἀρεταὶ μεσότητές τινες εἶναι. ὅτι δʼ εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴπτοι· εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δʼ ἀρετή ἐστιν ἡ βελτίσπτη ἕξις, [βέλτιστον δʼ ἐπτὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον.

    δῆλον δὲ ἔσται μᾶλλον καὶ καθʼ ἕκαστον σκοποῦ- σιν. ἐπειδὴ γάρ ἐστιν ὀργίλος ὁ παντὶ καὶ πάντως καὶ ἐπὶ πλεῖον ὀργιζόμενος, καὶ ψεκτὸς δὲ ὁ τοιοῦτος (οὔτε γὰρ παντὶ δεῖ ὀργίζεσθαι οὔτʼ ἐπὶ πᾶσιν οὔτε πάντως καὶ ἀεί, οὔδʼ οὖ πάλιν οὕτως ἔχειν δεῖ, ὥστε μηθενὶ μηδέποτε·

    καὶ γὰρ οὗτος ψεκτός, ἀνάλγητός γε ὥν), ἐπεὶ τοίνυν καὶ ὁ κατὰ τὴν ὑπερβο- λὴν ψεκτὸς καὶ ὁ κατὰ τὴν ἔλλειψιν· ὁ μέσος ἂν τούτων εἴη καὶ πρᾶος καὶ ἐπαινετός. οὔτε γὰρ ὁ ἐλλείπων τῇ ὀργῇ οὔτε ὁ ὑπερβάλλων ἐπαινετός, ἀλλʼ ὁ μέσως ἔχων πρὸς ταῦτα, οὗτος πρᾶος. καὶ ἡ πραότης δὲ τούτων τῶν παθῶν μεσότης ἂν εἴη.