Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθη- σις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ [*](1190a) ἄλλα.

διὰ τοῦτο βουλεύεσθαι ἐνταῦθα ἤδη ὑπάρχει. ἔστιν οὖν ἡ ἁμαρτία ἐν τῇ αἱρέσει τῶν ἀγαθῶν οὐ περὶ τὰ τέλη (ταῦτα μὲν γὰρ ἅπαντες ὁμογνωμονοῦσιν, οἷον τὴν ὑγίεικν ὅτι ἀγαθόν), ἀλλʼ ἤδη τὰ κατὰ τὸ τέλος, οἷον πότερον ἀγαθὸν πρὸς ὑγίειαν φαγεῖν τοῦτο ἢ οὔ. μάλιστα οὖν ποιεῖ ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη· τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα.

τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.

πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος κα- λῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς [*](1189b, 25—1190a, 7 ═ Ε. Ε. 1227a, 18—b, 11. cf Ε. Ν. 1113a, 13—b, 2. || 1190a, 8—33 ═ Ε. Ε. 1227 b, 12—1228a, 2.) [*](24. δὴ Scaliger ἄριστόν Mb et pr. Kb (crx. rc.) 25. ἁμαρ- τία 〈ἐν τῇ διανοίᾳ καὶ ὑπὲρ τούτων βουλεύονται〉 olim ci. Ras- sovius πρακτικοῖς Mb Ald. Bk. et pr. K (crx. rc. et γρ. πρακτοῖς Vict.) 26. οὖν] οὖν καὶ Kb, γὰρ Mb || πρακτικοῖς Mb Ald.Bk. et pr. Kb (crx. rc. et γρ. πρακτοῖς Vict.) || 33 δύναται Kb, δύ- νηται Ald. || 1190a, 1. ἐνταῦθα post ἤδη Μb Bk. Bu. || 4. ἀλλὰ δὴ Scaliger || 〈περὶ〉 τὰ ci Spengelius || 11. ἐστιν om. Kb Ald. )

27
προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.

ὡσαύτως ἄρα δόξειεν ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέ- λος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρή- σει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προ- θετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν

τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐσπτιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο ἔστκι. ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον τῶν πρὸς τὸ τέλος.