Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, πό- [*](1189a) τερόν ἐστιν ὄρεξις, ἢ οὔ. ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν. ὄρεξις μὲν δὴ οὐκ ἂν εἔη·

ἀλλʼ ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλη- σις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν [*](25—38 Ε. Ε. 1225a, 36—b, 16 cf Ε. N. 1110b, 18 —1111a, 21 || 1189a, 1—b, 25 ═ E. E. 1225 b, 18—1227a, 18. cf. E. D. 1111 b, 4—1113a, 12. Ramsauer p. 49—51.) [*](25. ἑκούσιον Kb Pb Va , ἀκούσιον MbP2 Ald || 32. τινα Π 1 Va., om. Ι || 33 ἀπὸ Π 2Ρ 2 Ald ἀρειοπάγα || 34 φυγεῖν CV Bernaysius (Symb. phil Bonn p. 308 n. 10) οὐ et ἀπέλυσαν secl. Scaliger || 1189a, 1 δὲ om Π2 || 2 ἄλλοις Κb Ρ2 Cv Va., ἀλόγοιρ Π2 Ald. || 3. ζῴοις Π1 Va., om. Π2 || 5. ἀλλʼ] ἀλλ ἢ Π2, ἀλλʼ εἰ P2 || ἄρα Pb P2 ΑId. et pr. K (crx. rc.). )

24
ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρού- μεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.

ὑγιαί- νειν γὰρ βουλόμεθα. ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος. ὅταν οὖν ἀντικα- ταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.

— ἐπεὶ οὖν ἡ προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν προαιρέσει; ἢ οὐδὲ τοῦτο; πολλὰ γὰρ διανοούμεθα καὶ δοξά- ζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προαν- ρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.

οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ προαίρεσις.— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαί- ρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ] συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν. ἐπεὶ οὖν ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν, οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,

εἰ τοίνυν ἡ προαίρεσις ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον προαιρετόν. ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ διανοη- [*](9 τὸ Pb P2 (de M dubius sum), τὸ c. c. Va || 10. μὲν ante περιπατεῖν add. Π ||τρέZειν M et mg. rc. Pb ||14. βέλτιον Mb Va, βέλτιστον Π1 Pb || ὅταν—15. χίρονος om. Π Bar. Paris. 1417, 1855, 2024 Va, add. Π2 ΖP1 || 17. ἄρα Π (em. corr. 2 Κb) 22. ἐπεὶ—προαίρεσις Kb Ald Va. et mg. P2, om. et pr. P 23. δὴ add Mb et rc. Pb (fors. recte), c. c. om. Co Bk.Bu || 27. αἱρετόν Κb Ald. Va., αἱρετώτερον Π2 P3 || 33. τὸ προαιρετόν Κb CV )

25
θῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ δια- νοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.

οὐκ ἄρα τὸ ἑκούσιον προαιρετόν, ἀλλὰ τὸ προαιρετὸν ἑκούσιον· [*](1189 b) ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι, ἑκόντες πράττομεν. φαίνονται δέ τινες ὀλίγοι καὶ τῶν νομοθετῶν διορίζειν τό τε ἑκούσιον καὶ τὸ ἐκ προαιρέσεως ἕτερον ὄν, ἐλάττους τὰς ζημίας ἐπὶ τοῖς ἑκουσίοις ἢ τοῖς κατὰ προαί- ρεσιν τάττοντες.

— ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς, καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί. τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.

ἐν μὲν γὰρ γεωμετρίρ, ὅταν φῇ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν, καὶ ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαί- ρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας; ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι βέλτιον οὕτως. ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαί- νηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.

διὸ δὴ ἐν τοῖς τοιούτοις τὸ βουλεύσασθαί ἐστι τὸ πῶς δεῖ, ἐν δὲ ταῖς ἐπιστήμαις οὔ. οὐθεὶς γὰρ βουλεύεται πῶς δεῖ γρά- ψαι τὸ ὄνομα Ἀρχικλέους, ὅτι ἐστὶν ὡρισμένον πῶς δεῖ γρά- ψαι τὸ ὄνομα Ἀρχικλέους. ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν. ἐν οἷς γὰρ μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ [*](36. τὸ—διανοίφς om. K Ald. Va. et Paris. 2024, add. Z Co P1 2 Cv Bar. Paris. 1417, 1855 || 1189 b, 2. ἄν— προαιρώ- μεθα Kb Ald. Va., ἃ γὰρ προαιρούμεθα Π2 P2 || 3. 〈οὐκ〉 ὀλίγοι? Susem. || 12. ὡρισμένως Μb Ald. || 13. ἔλαβον Kb Ald. Va., ἐλάβομεν Π2 P || πρακτικοῖς pr. Κb Mb (crx.rc.) || 16. ἐξ Π1 Va., om. Π2 || αὐ– τῶν 〈γὰρ〉? Susem. || ὁποῖ᾿ ἂν Κb Va., ὅποι ἂν Ald., ὁποῖον Π2 P2 17. βελτία Κb Va., βέλτιον Π2 P2 Ald. 20. ὅτι—21. Ἀρχικλέους om. ΖAld.Par. 2024 (add. etiam CV Va.) 21. τὸ ὄνομα Ἀρχικλέους om. P Par. 1417, 1855 || 23. ἡ om. || οὐδὲ Bk., οὔτε Π Ald.)

26
τούτων· ἀλλʼ ἐν οἷς ἤδη ἀόριστόν ἐστι τὸ ὡς δεῖ, ἐνταῦθα ἡ ἁμαρτία.

ἔστιν δʼ ἐν τοῖς πρακτοῖς τὸ ἀόριστον, καὶ ἐν οἷς διτταὶ αἱ ἁμαρτίαι. ἁμαρτάνομεν οὗν ἐν τοῖς πρακτοῖς καὶ ἐν τοῖς κατὰ τὰς ἀρετὰς ὁμοίως. τῆς γὰρ ἀρετῆς στο- χαζόμενοι ἁμαρτάνομεν ἐπὶ τὰς πεφυκυίας ὁδούς. ἔστι γὰρ καὶ ἐν ἐλλείψει καὶ ἐν ὑπερβολῇ ἁμαρτία, ἐφʼ ἑκάτερα δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ καλὰ φεύγομεν.