Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ [*](1188b) ἀνάγκης. ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις. ἑκάστοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος, μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιάσασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω.

ἔστι δε καὶ τὸ ζῷον βιάσασθαι, οἷον ἵππον ἐπ᾿ ὀρθὸν θέοντα ἀντιλαμβανόμενον ἀποστρέψαι. ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ βούλονται ποιεῖν, ἐροῦμεν βιαζομένοις ἂν ποιῶσι ποιεῖν· ἐν οἷ δ᾿ ἐν αὐτοῖς ἐστιν ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.

εἰ δὲ μή, ὁ ἀκρατὴς ἀντερεῖ, οὐ φάσκων φαῦλος εἶναι· βιαζόμενος γάρ φήσει ὑπὸ τῆς ἐπιθυμίας τὰ φαῦλα πράττειν.

τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ [*]((XV)) τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.

τὸ γὰρ ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς [*](1188a, 38—b, 14 Ε. Ε. 1223b, 37—1225a, 1 || 118b, 14—24 ═ Ε. Ε. 1225a, 2—36. cf. Ε. Ν. 1110a, 4 sqq.) [*](νος Π2 || εἰδὼς post τὰ κακὰ P2, om. Κb || 1188 b, 8. ἃ om. Π1 || 10. γάρ φησιν Ε. Ald, γὰρ φύσει Pb || 12. ἡμῶν Kb Ald. || 13. ἐφ᾿ pr Kb, ἀφʼ Ald. et rc Kb || 18. ἄτοπον Π2 Ald. Va. (fors. recte) || 19. ὃς ἂν Bk, ὃς ἐὰν Π2P2 et rc. Kb, ὅσαν ἐὰν pr Kb, ἐάν τις Ald.)

23
ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων. οἷον ἠναγκάσθην συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ ἂν εὗρον τὰ ἐν ἀγρῷ. ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγκαῖον.

ἐπεὶ δὲ τὸ ἑκούστον ἐν οὐδεμιᾷ ὁρμῇ ἐστίν, λοιπὸν ἂν εἴη τὸ ἐκ διανοίας γιγνόμενον. τὸ γὰρ ἀκούσιόν ἐστι τό τε κατʼ ἀνάγκην καὶ κατὰ βίαν γιγνόμενον, καὶ τρίτον ὃ μὴ μετὰ διανοίας γίγνεται. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν γιγνομένων. ὅταν γάρ τις πατάξῃ τινὰ ἢ ἀποκτείνῃ ἢ τι τῶν τοιούτων ποιήσῃ μηδὲν προδιανοηθείς, ἄκοντά φαμεν ποιῆσαι, ὡς τοῦ ἑκουσίου ὄντος ἐν τῷ διανοηθῆναι.