Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἀλλ᾿ οὗτος ὁ λόγος ἀναιρεῖ ἀκρασίαν καὶ τὸν ἀκρατῆ. εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός· ἀλλ᾿ ἔστιν ὁ ἀκρατὴς ψεκτός· ἑκὼν ἄρα· ἡ ἄρα βούλησις ἑκούσιον.

ἐπεὶ οὖν λόγοι τινὲς ἐναντίοι φαίνονται, σαφέστερον λεκτέον ὑπὲρ τοῦ ἑκουσίου.

πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ [*](1188b) ἀνάγκης. ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις. ἑκάστοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος, μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιάσασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω.