Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη [*](1181a) σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως [*](25) εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν·

δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς [*](1181b) πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος·

μέρος [*](25) ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δʼ ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δο- κεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτι- κήν.

— δεῖ ἄρα, ὡς ἔοικε, πρῶτον ὑπὲρ ἀρετῆς εἰπεῖν, τί τέ [*](1182a) ἐστι καὶ ἐκ τίνων γίνεται. σὐθὲν γὰρ ἴσως ὄφελος εἰδέναι μὲν τὴν ἀρετήν, πῶς δὲ ἔσται καὶ ἐκ τίνων μὴ ἐπαΐειν. οὐ γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ [*](Lib. l. 1181a, 24—1182a, 7 ═ E. N. 1094 a, 24—b, 10: ad 1182a, 1—7 cf. etiam E. E. 1216b, 3—25. E. N. 1130b, 26—28, praeterea tamen v. Ramsauer p. 60. n. Trendelenburg. p. 435—437.) [*](Lib. l. |1181a, 24. ἠθικῶν ΓΖ Kb Cv, ἠθων c. c. Va. || 26. δοκεῖ (pallidius, sed eadem m. Pb) Bk. Bu., videbuntur Γ ἄν add. Spengelius Susem. 27. γὰρ] δʼ ΓΠ Va., om. Cc et pr. Pb (γὰρ suppl. ead. m.) ||1181b, 25. τὸ] καστὰ τὸ et, ut videtur, Γ|| σπουδαῖον mg. Bas. || 26. ἐστὶν om. Π ἄρα ὡς Γ Π Va., ἀρετῆς Cc, ἄρα Mb Pb || 1182a, 3. ἔσται] ἂν Γ Ζ Ald. ἐπαΐειν] σἴειν Mb, ὀίειν Cc et pr. Pb, ἴσ. ἀϊειν mg. rc. Pb. || 4. εἰδήσωμεν ΓCc et pr. Kc et corr. Kb (είδήσομεν, ut videtur, corr. Kb). || σκοπεῖνσθαι Ald, οἴεσθαι Mb, ὄιεσθαι Pb Cc.)

2
καὶ ἐκ τίνων ἔσται σκέψασθαι. ἅμα γὰρ εἰδῆσαι βουλό- μεθα καὶ αὐτοὶ εἶναι τοιοῦτοι· τοῦτο δʼ οὐ δυνησόμεθα, ἐὰν μή εἰδῶμεν καὶ ἐκ τίνων καὶ πῶς ἔσται.

— ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότε- ρον ὑπὲρ τούτων εἰρήκασιν.

πρῶτος μὲν οὗν ἐνεχείρησεν Πυ- θαγόρας περὶ ἀρετῆς εἰπεῖν, οὐκ ὀρθῶς δέ· τὰς γὰρ ἀρετὰς εἰς τοὺς ἀριθμοὺς ἀνάγων οὐκ οἰκείαν τῶν ἀρετῶν τὴν θεω- ρίαν ἐποιεῖο· οὐ γάρ ἔστιν δικαιοσύνη ἀριθμὸς ἰσάκις ἴσος.

μετὰ τοῦτον Σωκράτης ἐπιγενόμενος βέλτιον καὶ ἐπὶ πλεῖον εἶπτεν ὑπὲρ τούτων, οὐκ δρθῶς δὲ οὐδʼ οὗτος. τὰς γὰρ ἀρετὰς ἐπιστήμας ἐποίει· τοῦτο δʼ ἐστὶν εἶναι ἀδύνατον. αἱ γὰρ ἐπι- στῆμοι πᾶσαι μετὰ λόγου, λόγος δὲ ἐν τῷ δανοητικῷ τῆς ψυχῆς ἐγγίνεται μορίῳ· γίνονται οὗν αἱ ἀρεταὶ πᾶσαι κατ᾿ αὖτὸν ἐν τῷ λογιστικῷ τῆς ψυχῆς μορἱῳ· συμβαίνει οὖν αὐτῷ ἐπιστήμας ποιοῦντι τὰς ἀρετὰς ἀναιρεῖν τὸ ἄλογον μέρος τῆς ψυχῆς, τοῦτο δὲ ποιῶν ἀναιρεῖ καὶ πάθος καὶ ἦθος.

διὸ οὐκ ὀρθῶς ἥψατο ταύτῃ τῶν ἀρετῶν. μετὰ ταῦτα δὲ Πλάτων δείλετο τὴν ψυχὴν εἴς τε τὸ λόγον ἔχον καὶ εἰς τὸ ἄλογον ὀρθῶς, καὶ ἀπέδωκεν ἑκάστῳ [τὰς] ἀρετὰς προση- [*](5. ἐπτὶ ΓΠ1 || 6 αὐτοὶ Γ Π1 Va., ἡμεῖς || 7. μὲν οὖν] μὲν Kb, οὖν Mb, μέντοι Spengelius || 9 ἔπται Kb, ἐστὶ P2, ἂν ΓΖ Ald, om. Π || ἔσται] ἂν ΓΖ Ald. || ἀγνοοῦντας τί Π2 || 10. πρότερον ΓΠ Va., πρῶτον || 11. εἰρήκεισαν Π2 || πρῶτον ΓΖΚb Mb Pb Va || 14. ἐποιήσατο Z Ald. || ἴσάκιος ἰσάκις Μb Pb (attamen ἰσάκις in ras rc. Pb), ἰσάκιος ἴσως C || 16. τοῦτον Kb et pr. P2 (em corr1). || 17 εἷναι secl. Scaliger, ante ἐστίν transponendum esse ci. Spengehius. 19. μόνωι ΓΖ Kb Ald. καθ’ αὐτῶν Ald., om. K2 || 21. ἀνάλογεν Z Ald, ὅλον pr. (rubro pigmento crx. ead, ut videtur, m.) 23. ??ρθὤς] ε??κότως Π2 || ταῦτα post 24 δ?? Pb P || 24. τε om. Π2 || 25 ἑκάαπω, P2 ἑκάστ??ν c c. Bk Bu. || τὰς in mg. Pb, superscr. (ead, ut videtur m.) Cc, om. Π Bk. Bu. || τὰς ἀρετὰς 〈τὰς〉 πρσσηκούσας aut τὰς προσηκούσας ἀρετάς dubotamtem ci. Susem. προσηκούσας] κρε- πούσας Mb et. spatin unius litterae poa rehcto Cc, πρ??σρού- σας et προύσας m ras. Pb.)

3
κούσας. μέχρι κὲν οὖν τούτου καλῶς· μετὰ μέντοι τοῦτο οὐκέτι ἐρθῶρ. τὴν γὰρ ἀρετὴν κατέμιξεν [καὶ συνέζευξεν] εἰς τὴν πρα- χματείαν τὴν ὑπὴρ τἀγαθοῦ, οὐ δὴ ὀρθῶς· οὐ γὰρ οἰκεῖον· ὑαὲρ γὰρ νῶν ὅντν καὶ ἀληθείας λέγυντα οὐκ ἔδει ὑπὲρ ἀρετῆς φράζειν· οὐδὲν γὰρ τούτῳ κἐικείνῳ κ??ιν??ν.

— ??ὗτοι μὲν οὖν ἐπὶ τ??σοῦτον ἐφήψαντο καὶ οὕτως· ἐχ??μενον δʼ ἂν εἴη μετὰ υαῦτα σκώψασθαι τί δεῖ αὐτοὺς λέγειν ὑπὲρ τούτων. πρῶτον μὰν ??ὖν ἰδε??ν δεῖ ὅτι πάσης ἐπιστήκης καὶ δυνάμεως ἐσπί τι τώλ??ς, καὶ τ??ῦτʼ ἀγαθόν· οὐδεμία γὰρ οὔτʼ ἐπιστήμη οὔτε δύνα- μες ἕνκεν κ??ῦ ἐστίν.

εἰ οὖν πασῶν τῶν δυνάμεων ἀγαθὸν τ?? τέλος, δῆλον ὡς καὶ τῆς βελσίστης βέλτιστον ἂν εἴη. ὠλλὰ μ??ν γε π??λισικὴ βελείστη δύναμις, ὥστε τὸ τέλ??ς [*](1182 b) αὐτῇς ἂν εἴη ** ἀγαθόν. ὑπὲρ ἀγαθοῦ ἄρα, ὡς ἔικεν, ἡμῖν λεκτέον, καὶ ὑπὲρ ἀγαθοῦ οὐ τοῦ ἁπλῶς, ἀλλὰ τοῦ ἡμῖν· οὐ γὰρ κ??ῦ θεῶν ἀγωθοῦ· ἀλλʼ ὑπὲρ μὲν τ??ύτου καὶ ἄλλος λό- γος κα ἀλλοτρία ἡ σκέψις.

ὑπὲρ τοῦ πολιτικοῦ ἄρα ἡμῖν λε- πτέον ὡγαθοῦ. — πάλιν δὲ καὶ τρῦτο διελεῖν δεῖ. ὑπὲρ ἀγαθοῦ τοῦ πῶς λεγεμένου; οὐ γάρ ἐστιν ἁπαλεῦν. λέχεται γὰρ ἀγα- θ??ν ἢ τὸ ἄριστον ἐν ἑκάστῳ τῶν ὄντων, τοῦτο δʼ ἐστὶ τὸ διὰ ?? αὐσ?? φύσιν αἱρετόν· ἢ οὗ τἆλλο μεκασχόντα ἀγαθὰ ἐστίν, το??το δέ ἐστιν ἡ ίδέα τὰγαθοῦ.

—τότερον οὖν ὑπὲρ τῆς ἰδέας τοῦ ἀγαθοῦ δεἴ, ἢ οὔ, ἀλλʼ ὡς τὸ κοινὸν ἐν ἅπασιν ὑπάρχον ἀγακθόν; ἕτέρον γὰρ τῆς ἰδέας τοῦτο δόξειεν ἂν εἶναι. ἡ μὲν [*](1182 a, 32—b, 2 ═ E. Ν. 1094 a, 1—b, 10 ‖ 1182 b, 2—5 ═ E E. 1217a, 21—24. cf. E. N. 1102 a, 13 sqq. ‖ 10—1183 b, E. E.1217 b, 1—1218 b, 24. cf. E N. 1096 a, 11—1097 a, 13.) [*](26. μέντοι τοῦτa??] δὲ τ??ῦτα Π2 27. καὶ αννέζευξεν om. Γ Va, Bk. Bu. 28. οὐ δὴ] οὐδὲν ‖ 31 ἥψαντο Ζ Ald. ‖ 36. βέλτ??ον Γ Va C asaubonus, βέλπιον Π Ald. ‖ 1182 b, 2. τἀγαθόν Casaubonus, 〈τὸ ἄριετον〉 ἀγαθόν Bonitzius ‖ 4. κοῦ] τὸ ZKb et, ut videtur Γ ‖ θνῷ oi. Spengelius ἀγαθόν ΓZKb Ald ἄλλοι (??) Γ, ἄλλος ὁ ?? Cc, τέλος Ald. ‖ 5. τοῦ om. P ‖ πολιτικοῦ om. ΓZ Kb ‖ ἄρα ἀηωθνῦ ἡμῖν λεκτέον Z Kb Bk. Bu., ἄρα ἡμῖν ἀγαθο?? λεκτέον M et, ut videtur, Γ, ἡμῖν ἄρα ἀγαθοῦ λε- ντέον Pb Cc ‖ 8 ἐν]ὄν Π2 ‖ 9 αὐτοῦ Π2 Ald.‖ 12 ἀγαθοῖς Γ Z Kb. )

4
γὰρ ἰδέα χωριστὸν καὶ αὐτὸ καθʼ αὐτό· τὸ δὲ κοινὸν ἐν ἅπεασιν ὑπάρχει, οὐκ ἔστιν δὴ ταὐτὸν τῷ χωριστῷ. οὐ γὰρ ἄν ποτε τὸ χωριστὸν καὶ τὸ πεφυκὸς αὐτὸ καθʼ αὐτὸ εἶναι ἐν πᾶσιν ὑπάρχοι.

πότερον οὖν ὑπὲρ τούτου δεῖ λέγειν τἀγαθοῦ τοῦ ἐνυπάρχοντος ἢ οὔ; διὰ τί; ὅτι τοῦτο ἐστὶ μὲν τὸ κοινόν, ὡς ὁ ὁρισμὸς καὶ ἡ ἐπαγωγή· ὁ δὲ ὁρισμὸς βούλεται τὴν ἑκάστου οὐσίαν λέγειν, ἤτοι ὅτι ἀγαθὸν ἢ ὅτι κακὸν ἢ ὅ τι ἂν ἄλλο ᾖ λέγει δὲ ὁ ὅρος ὅτι τὸ τοιόνδʼ ἀγαθὸν καθόλου, ὃ ἂν ᾖ αὐτὸ διʼ αὑτὸ αἱρετόν· τὸ δὲ ἐν ἅποσιν ἐνυπάρχον ὅμοιον τῷ ὅρῳ ἐστίν·

ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὐτῆς ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια οὐδὲ ἡ οἰκία, ἀλλʼ ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ δʼ οἰκίαν)·

δῆλον τοίνυν ὅτι οὐδὲ τῇ πολιτικῇ ὑπὲρ τοῦ ἀμαθοῦ λεκτέον τοῦ κοινοῦ. μία γάρ ἐστιν καὶ αὐτὴ τῶν λοιπῶν ἐπι- στημῶν· τοῦτο δὲ οὐδεμιᾶς ἦν λέγειν οὔτε δυνάμεως οὔτʼ ἔπι- στήμης ὡς τέλος· οὐδʼ ἄρα τῆς πολιτικῆς ἐστιν τὸ ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν τοῦ κατὰ τὸν ὁρισμόν.

ἀλλὰ μὴν οὐδὲ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ. διὰ τί; ὅτι ὅταν βουλώμεθα δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον [*](1182 b, 22—27 E. E. 1218 b, 22—24) [*](14. δὴ Va Rieckher, δὲ Γ Π Ald. Bk. Bu. 15. τὸ post καὶ om. Π ‖ 16. ἅποσιν D P2 (fors recte) ‖ ὑπάρχοι, sed οι pallidiore atramento Cc, ὑπάρχει Γ M Pb, ὑπάρχῃ Ald. ‖ 20 τὸ om. Π1 Cc et pr. P (suppl. ead. m) ‖ 21. ἂν Z, ἐὰν cet. (int P tamen verbum cum antecedente et sequente prorsus evanuit) 23. αὐτῆς Bk , αὐτῆς fontes 25. ὅτι] εἰ M et fort. Pb, om. Cc et fort. (id quod potius crediderim) P ‖ 28. αὕτη Z Mb Cc P Ald (fors recte), ἀύτη P ‖ 30. τέλος Bonitzius, τέλους Γ Π Ald Va Bk ‖ 33 καί om Γ Π1 Va Bk Bu. 34. ὅτι] ὧ Π 35 ὃ ἂν Va (?) Bk , ὃ ἐὰν M et corr P (nigriore atra- mento), ἐὰν Γ Π1 Cc et pr Pb)

5
ὅταν θέλωμεν δεῖαι ὅτι ἡ μεγαλνψυχία ἐστὶν ἀγαθόν, φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἀπλῶς [*](1188 a) αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλο- ψυγία ἀγαθόν

οὐδὲ δὴ ὑπὲρ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ ἀγαθοῦ λεπτέον τῇ πολιτικῇ, ὅτι τὰ αὐτὰ ἀδύνατα συμβή- σεται τούτῳ καὶ τ κατὰ τὸν ὅρον κοινῷ ἀγαθῷ. ὅτι γὰρ ἀγαθόν, καὶ ἐνταῦθʼ ἐρεῖ. — δῆλον τοίνυν ὅτι ὑπὲρ τοῦ ἀρίστου ἀγαθοῦ λεκτέον ἐστὶν καὶ ἀρίστου τοῦ ἡμῖν ἀρίστου

τὸ δʼ ὅλον ἴδοι ἄν τις ὅτι οὐκ ἔστιν μιᾶς οὔτʼ ἐπιστήμης οὔτε δυνάμεως τὸ ὑπὲρ παντὸς ἀγαθοῦ σκοπεῖν. διὰ τί; ὅτι τἀγαθὸν ἐν πά- σαις ταῖς κατηγορίαις ἐστίν· καὶ γάρ ἐν τῷ τί καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ καὶ πότε καὶ πρός τι [καὶ τινὶ] καὶ ἁπλῶς ἐν ἀπάσαις.

ἀλλὰ μὴν τὸ πότε ἀγαθὸν ἐν μὲν. ἰατρικῇ ὁ ἰατρὸς οἶδεν, ἐν δὲ κυβερνητικῇ ὁ κυβερνήτης, ἐν ἑκάστῃ δʼ ἕκαστος. πότε μὲν γὰρ δεῖ τεμεῖν ὁ ἰατρὸς οἶδεν, πότε δὲ δεῖ πλεῖν ὁ κυβερνήτης. ἐν ἑκάστῃ δὲ τὸ πότε ἀγαθὸν ἕκιαστος τὸ καθʼ ἑαυτὸν εἰδήσει· οὔτε γὰρ ὁ ἰατρὸς τὸ ἐν τῇ κυβερνητικῇ ἀγαθὸν πότε εἰδήσει, οὔτε ὁ κυβερνήτης τὸ ἐν ἰατρικῇ. οὐκ ἄρα οὐδʼ οὕτως ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λεκτέον· τὸ γὰρ πότε ἐν πάσαις κοινόν.

ὁμοίως δὲ καὶ τὸ πρός τι ἀγα- θὸν καὶ τὸ κατὰ τὰς ἄλλας κατηγορίας κοινὸν μὲν ἀπά- σαις, οὐδεμιᾶς δʼ ἐστὶν οὔτε δυνάμεως οὔτʼ ἐπιστήμης εἰπεῖν ὑπὲρ τοῦ ἐν ἑκάστῃ πότε ἀγαθοῦ, οὐδʼ αὗ τῆς πολιτικῆς ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν. ὑπὲρ τοῦ ἀγαθοῦ ἄρα, καὶ ὑπὲρ τοῦ ἀρίστου, καὶ ὑπὲρ τοῦ ἡμῖν ἀρίστου.