Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:
  2. θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;[*](τί μήν;] τὶ μήν E G: τιμὴν M)
  3. καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.[*](πεδοστιβῆ Robortello: παιδοστιβῆ M)
  4. †καρπώματα στάζοντα κηρύσσει Κύπρις
  5. καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†[*](locus difficillimus: fortasse καρπῷ δὲ τἀκμάζοντα κηρ. Κύπ. | ἕλωρα καλλύνουσα προσμένειν ἔρῳ (ubi ἀκμάζοντα dederat Auratus, ἕλωρα Oberdick, προσμένειν Paley))
  6. καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
  7. πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
  8. τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
  9. πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
  10. πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη[*](οὕνεκ᾽ ἠρόθη Heath: οὒν ἐκληρώθη M: οὖν ἐκλ. cett. codd.) δορί,
  11. μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
  12. πράξωμεν. οἴκησις[*](οἴκησις Robortello: οἰκήσεις M G) δὲ καὶ διπλῆ πάρα:
  13. τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
  14. οἰκεῖν λάτρων[*](λάτρων (ex Hesych. λάτρον: μίσθιον) Hermann: λατρῶν codd.) ἄτερθεν: εὐπετῆ τάδε.
  15. μόνον φύλαξαι[*](φυλάξαι M) τάσδ᾽ ἐπιστολὰς πατρός,
  16. τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορος
  1. τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:
  2. ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
  3. εἰ γάρ τι μὴ θεοῖς[*](θεοῖς γὰρ εἴ τι μὴ Weil) βεβούλευται νέον,
  4. ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.