Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. ὕβριν δ᾽ ἑτοίμως[*](ἑτοίμως] ἑτύμως G) στυγοῦντες,[*](στυγοῦντες Turnebus: στυγόντες M E) <εὖ>[*](εὖ add. Heath)
  2. πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
  3. ἔστι δὲ κἀκ[*](ἔστιν κἀκ metri grat. Enger) πολέμου τειρομένοις
  4. βωμὸς ἀρῆς[*](ἅρης M) φυγάσιν
  5. ῥῦμα, δαιμόνων σέβας.
Χορος
  1. εὖ δ᾽ εἴη Διόθεν[*](εὖ δ᾽ εἴη Bamberger, Διόθεν Weil: εἰ θείη διὸς εὖ codd. (εἴθ᾽ εἴη P)) παναληθῶς.
  2. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
  3. παντᾷ τοι φλεγέθει
  4. κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ[*](μελαίνᾳ ξὺν τύχᾳ Porson: μέλαιναι ξυντύχαι M G)
  5. μερόπεσσι λαοῖς.
Χορος
  1. πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
  2. κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
  3. δαυλοὶ γὰρ πραπίδων
  4. δάσκιοί τε τείνουσιν πόροι
  5. κατιδεῖν[*](κατιδεῖν Robortello: κατειδεῖν M G) ἄφραστοι.
Χορος
  1. ἰάπτει δ᾽ ἐλπίδων[*](δ᾽ ἐλπίδων Hermann: δὲ ἀπϊδὼν M G E)
  2. ἀφ᾽ ὑψιπύργων πανώλεις
  3. βροτούς, βίαν δ᾽
  4. οὔτιν᾽ ἐξοπλίζει,
  5. πᾶν ἄπονον[*](πᾶν ἄπονον Wellauer: τὰν ἄποινον codd.) δαιμόνιον:[*](δαιμόνιον Bothe: δαιμονίων codd.)