Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ-
  2. σθω φάμα φιλοφόρμιγξ.
Χορος
  1. φυλάσσοι τ᾽ ἀτρεμαῖα[*](ἀτρεμαῖα Butler: ἀτιμίας M G) τιμὰς
  2. τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
  3. προμαθὶς[*](προμαθὶς Hermann: προμηθεὺς (α supra η scr.) M) εὐκοινόμητις ἀρχά:
  4. ξένοισί τ᾽ εὐξυμβόλους,
  5. πρὶν ἐξοπλίζειν Ἄρη,
  6. δίκας ἄτερ πημάτων διδοῖεν.
Χορος
  1. θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ
  2. τίοιεν ἐγχωρίους πατρῴαις
  3. δαφνηφόροις[*](δαφνηφόροις Schütz: δαφνοφόροισιν codd.) βουθύτοισι τιμαῖς.
  4. τὸ γὰρ τεκόντων σέβας
  5. τρίτον τόδ᾽ ἐν θεσμίοις
  6. Δίκας γέγραπται μεγιστοτίμου.
Δαναος
  1. εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι:
  2. ὑμεῖς δὲ μὴ τρέσητ᾽[*](ὑμεῖς δὲ μὴ τρέσητ᾽ Turnebus: ἡμεῖς δὲ μῆτρες ἀεὶ codd.) ἀκούσασαι πατρὸς
  3. ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
  4. ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
  5. τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει:
  6. στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,