Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. κτίσαι μάχλον Ἄρη,
  2. τὸν ἀρότοις θερί-
  3. ζοντα βροτοὺς ἐν ἄλλοις,
  4. οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς,
  5. ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο,
  6. αἰδοῦνται δ᾽ ἱκέτας Διός,
  7. ποίμναν τάνδ᾽ ἀμέγαρτον:
Χορος
  1. οὐδὲ μετ᾽ ἀρσένων
  2. ψῆφον ἔθεντ᾽ ἀτιμώ-
  3. σαντες ἔριν γυναικῶν,
  4. Δῖον ἐπιδόμενοι
  5. πράκτορ᾽ ἐπίσκοπον[*](πράκτορ᾽ ἐπίσκοπον Paley: πράκτορά τε σκοπόν codd.)
  6. δυσπόλεμον, τὸν[*](δυσπόλεμον, τὸν Butler: δυσπολέμητον, ὃν codd.) οὔ-
  7. τις ἂν δόμος ἔχν
  8. ἐπ᾽ ὀρόφων ἰαί-
  9. νοιτο:[*](ἔχων ... ἰαίνοιτο Weil: ἔχοι μιαίνοντα codd.) βαρὺς δ᾽ ἐφίζει.
  10. ἅζονται γὰρ ὁμαίμους
  11. Ζηνὸς ἵκτορας ἁγνοῦ.
  12. τοιγάρτοι καθαροῖσι βω-
  13. μοῖς θεοὺς ἀρέσονται.