Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
  2. μέγαν προφωνῶν[*](προφωνῶν Canter: πρόφρων ὢν codd.) μήποτ᾽ εἰσόπιν χρόνου
  3. πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
  4. λέγων διπλοῦν μίασμα πρὸς[*](πρὸς Paley: πρὸ codd.) πόλεως φανὲν
  5. ἀμήχανον βόσκημα πημονῆς πέλειν.
  6. τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
  7. ἔκραν᾽ ἄνευ κλητῆρος[*](ἔκραν᾽ ἄνευ κλητῆρος Turnebus: ἔκλαναν εὐκλήτορος M G) ὡς εἶναι τάδε.
  8. δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς[*](εὐπιθεῖς Blomfield: εὐπειθεῖς (mutato accentu in -θεὶς) M) στροφὰς
  9. δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.
Χορος
  1. ἄγε δή, λέξωμεν[*](λέξωμεν Turnebus: λέξομεν M G) ἐπ᾽ Ἀργείοις
  2. εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
  3. Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου
  4. στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ,
  5. τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον.[*](ἀπαντᾶν πρὸς ἄμεμπτον Weil: ἀμέμπτων πρὸς ἅπαντα M)
Χορος
  1. νῦν ὄπ᾽ ἐμάν,[*](ὄπ᾽ ἐμάν, Badham: ὅτε καὶ codd.) θεοὶ
  2. Διογενεῖς, κλύοιτ᾽ εὐ-
  3. κταῖα[*](εὐκτεα (αι supra εα scr.) γένει (γένη m) M) γένει χεούσας:
  4. μήποτε πυρίφατον[*](πυρίφατον Turnebus: πυρέφατον M G)
  5. τάνδε[*](τάνδε Klausen: τὰν codd. πόλιν seclusit Klausen) Πελασγίαν [πόλιν]
  6. τὸν ἄκορον βοᾶς,[*](ἄκορον βοᾶς Kruse: ἄχορον βοᾶν M G)