Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. τὸ μεῖον κρεισσόνων[*](κρεισσόνων Turnebus: κρεῖσσον ὢν M G) κρατύνει;[*](interrogationis notam add. Headlam)
  2. οὔτινος[*](οὔτινος Robortello: ὅστινος ex οὕτινος factum M) ἄνωθεν ἡμένου[*](ἡμένου Turnebus: ῆμέν οὐ M) σέβει κάτω.
  3. πάρεστι δ᾽ ἔργον ὡς ἔπος
  4. σπεῦσαί τι τῶν βούλιος[*](βούλιος Auratus: δούλιος M) φέρει φρήν.
Δαναος
  1. θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων:
  2. δήμου[*](δήμου] λαῶν Heimsoeth) δέδοκται παντελῆ ψηφίσματα.
Χορος
  1. ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί:
  2. ἔνισπε δ᾽[*](ἔνισπε δ᾽ Robortello: ἑνόσπερ M P E: ἔνεπε G) ἡμῖν ποῖ κεκύρωται[*](ποῖ κεκύρωται Robortello: ποι κεκύρτωται M) τέλος,
  3. δήμου κρατοῦσα χείρ θ᾽[*](χείρ θ᾽ Dindorf, ὅπῃ Dobree, πληθύνεται Hermann: χειροπληθύεται codd.) ὅπῃ πληθύνεται.
Δαναος
  1. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
  2. ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με[*](ἀνηβῆσαί με Tyrwhitt: ἂν ἡβήσαιμι M G) γηραιᾷ φρενί:
  3. πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
  4. ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
  5. ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
  6. κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
  7. καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
  8. ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
  9. τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
  10. ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
  11. τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων