Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. χειρὸς[*](χειρὸς Wecklein: βία codd.) δ᾽ ἀπημάντῳ σθένει
  2. καὶ θείαις ἐπιπνοίαις
  3. παύεται, δακρύων δ᾽ ἀπο-
  4. στάζει πένθιμον αἰδῶ.
  5. λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
  6. γείνατο παῖδ᾽ ἀμεμφῆ,
Χορος
  1. δι᾽ αἰῶνος μακροῦ πάνολβον:
  2. ἔνθεν πᾶσα βοᾷ χθών,
  3. “φυσιζόου[*](φυσιζόου Schütz: φυσίζοον codd.) γένος τόδε[*](τόδε Porson: τὸ δὴ codd.)
  4. Ζηνός ἐστιν ἀληθῶς:
  5. τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
  6. ρας νόσους ἐπιβούλους;”
  7. Διὸς τόδ᾽ ἔργον: καὶ τόδ᾽ ἂν γένος λέγων
  8. ἐξ Ἐπάφου κυρήσαις.
Χορος
  1. τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
  2. κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
  3. <αὐτὸς[*](αὐτὸς addidi, duce Paleio qui αὐτὸς ὁ ex schol. revocat)> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
  4. γένους παλαιόφρων μέγας
  5. τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
Χορος
  1. ὑπ᾽ ἀρχᾶς[*](ἀρχᾶς Schütz; ἀρχὰς codd.) δ᾽ οὔτινος θοάζων