Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. ἱκνεῖται δ᾽ †εἰσικνουμένου[*](εἰσικνουμένου post ἱκνεῖται iure suspectum: fortasse ἐκδονουμένα (cf. 573)) βέλει
  2. βουκόλου πτερόεντος
  3. Δῖον πάμβοτον ἄλσος,
  4. λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται
  5. Τυφῶ μένος,
  6. ὕδωρ τε[*](τε Pauw: τὸ codd.) Νείλου νόσοις ἄθικτον,
  7. μαινομένα πόνοις ἀτί-
  8. μοις ὀδύναις τε κεντροδα-
  9. λήτισι[*](κεντροδαλήτισι Erfurdt: κεντροδαλήτοις M) θυιὰς Ἥρας.
Χορος
  1. βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,
  2. χλωρῷ δείματι[*](δείματι Robortello: δείμακτι M G) θυμὸν
  3. πάλλοντ᾽ ὄψιν ἀήθη,
  4. βοτὸν[*](βοτὸν ex βοτῶν factum M) ἐσορῶντες δυσχερὲς μιξόμβροτον,
  5. τὰν μὲν βοός,
  6. τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.[*](δ᾽ ἐθάμβουν Turnebus: δὲ θαμβοῦν M G)
  7. καὶ τότε[*](τότε Stephanus: τόδε codd.) δὴ τίς ἦν ὁ θέλ-
  8. ξας πολύπλαγκτον ἀθλίαν
  9. οἰστροδόνητον Ἰώ;
Χορος
  1. δι᾽[*](δι᾽ Hermann: Ζεὺς M) αἰῶνος κρέων ἀπαύστου
  2. Ζεὺς...[*](Ζεὺς v. praec. huc transtulit Hermann)[*](lacuna varie tentatur)