Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. Δῖον πόρτιν ὑπερ-
  2. πόντιον τιμάορ᾽, ἶνίν τ᾽
  3. ἀνθονόμον[*](ἀνθονόμον τᾶς Tucker: ἀνθονόμουσ̈ τᾶς M: ἀνθονομούσας Porson) τᾶς προγόνου
  4. βοὸς ἐξ ἐπιπνοίας,[*](ἐπιπνοίας Robortello: ἐπιπνοίαις M G)
  5. Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽
  6. ἐπεκραίνετο μόρσιμος αἰὼν
  7. εὐλόγως,
  8. Ἔπαφόν τ᾽ ἐγέννασεν:
Χορος
  1. ὅντ᾽[*](τ᾽ ἐγέννασεν: ὅντ᾽ Porson: δὲ ἐγέννασε ἐ | όντ᾽ mutatum in δὲ γέννας ἐ| όντ᾽ M) ἐπιλεξαμένα,
  2. νῦν ἐν ποιονόμοις
  3. ματρὸς ἀρχαίας τόποις τῶν
  4. πρόσθε πόνων μνασαμένα,
  5. τά τε νῦν ἐπιδείξω
  6. πιστὰ τεκμήρια γαιονόμοις,
  7. τὰ δ᾽[*](γαιονόμοις, τὰ δ᾽ (Hermanni usus coni. γαιονόμοισι δ᾽) Paley: τά τ᾽ ἀνόμοια οἶδ᾽ codd.) ἄελπτά περ ὄντα φανεῖται.
  8. γνώσεται
  9. δὲ λόγου[*](λόγου ex schol. Martin: λόγους codd.) τις ἐν μάκει.
Χορος
  1. εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
  2. ἐγγάιος[*](ἐγγάιος Bamberger: ἔγγαιος codd. οἰκτρὸν seclusit Schwenk) οἶκτον [οἰκτρὸν] ἀίων,
  3. δοξάσει τιν᾽[*](τιν᾽ Pearson: τις codd.) ἀκούειν[*](ἀκούειν Heath: ἀκούων codd.) ὄπα τᾶς Τηρεΐας