Suppliant Maidens

Aeschylus

Ἱκέτιδες, Aeschyli Tragoediae, Sidgwick, Oxford, 1902

  1. πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορος
  1. τίς δ᾽ ἂν φίλους ὄνοιτο[*](ὄνοιτο Robortello: ὤνοιτο codd.) τοὺς κεκτημένους;
Βασιλευς
  1. σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.[*](desunt in M personarum notae)
Χορος
  1. καὶ δυστυχούντων γ᾽[*](γ᾽ Turnebus: τ᾽ codd.) εὐμαρὴς ἀπαλλαγή.
Βασιλευς
  1. πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορος
  1. αἰτοῦσι μὴ ʼκδοὺς[*](ʼκ̓δοὺς Schütz: ᾽κ᾽δῷς codd.) παισὶν Αἰγύπτου πάλιν.
Βασιλευς
  1. βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι[*](ἄρασθαι Robortello: αἴρασθαι M) νέον.
Χορος
  1. ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλεύς
  1. εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς[*](κοινωνὸς Robortello: κοινὸς codd.) ἦν.
Χορος
  1. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.[*](πόλεος ... ἐστεμμένην Turnebus: πόλεως ... ἐστεμμένη codd.)
Βασιλευς
  1. πέφρικα[*](πέφρικα Robortello: πέφυκα codd.) λεύσσων τάσδ᾽ ἕδρας[*](τάσδ᾽ ἕδρας Victorius: τὰσδέδρα M) κατασκίους.
Χορος
  1. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Χορος
  1. Παλαίχθονος τέκος, κλῦθί μου
  2. πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
  3. ἴδε με τὰν[*](με τὰν Stephanus: μέγαν codd.) ἱκέτιν φυγάδα περίδρομον,
  4. λυκοδίωκτον[*](λυκοδίωκτον Hermann: λευκοδικτον codd.) ὡς δάμαλιν ἂμ πέτραις[*](ἀμπέτραις M)
  5. ἠλιβάτοις, ἵν᾽[*](ἠλιβάτοις, ἵν᾽ Valckenär: ἠλιβάτοισιν codd.) ἀλκᾷ πίσυνος μέμυ-
  6. κε φράζουσα βοτῆρι μόχθους.
Βασιλευς
  1. ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
  2. νεύονθ᾽[*](νεύονθ᾽ Bamberger: νέονθ᾽ codd.) ὅμιλον τόνδ᾽[*](τόνδ᾽ Hermann: τῶνδ᾽ codd.) ἀγωνίων θεῶν.