Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον[*](κἀλλοῖον Tucker: καὶ μὴ τοῖον codd.) τύχοι,[*](τύχοι Porson: τυχθῆ M)
  2. “ἐπήλυδας[*](ἐπήλυδας Robortello: εἰπήλυδας M) τιμῶν ἀπώλεσας πόλιν.”
Χορος
  1. ἀμφοτέροις[*](ἀμφοτέροις Schütz: ἀμφοτέρους codd.) ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ
  2. Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
  3. ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
  4. τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ-
  5. γὲς[*](μεταλγὲς scripsi (v. ad 111): μεταλγεῖς codd.: posses et μεταλγῇς scribere) τὸ δίκαιον ἔρξαι;
Βασιλευς
  1. δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
  2. δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν
  3. δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον:[*](ᾠνωμένον Salvinius: ὠνωμένων codd.)
  4. ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
  5. αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,
  6. καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
  7. μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας
  8. ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
  9. βαρὺν ξύνοικον θησόμεσθ᾽[*](θησόμεσθ᾽ Victorius: θησόμεθ᾽ M) ἀλάστορα,