Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδ΄·

455
κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός ὕδωρ ἔχει.

79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κ΄· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι ν΄· ἄνυδρός”

81. Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκ΄· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.

82. Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ρι΄· αἰγιαλός ἐστιν.

456

83. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπ΄.

84. Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπε΄· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει.

457
Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ Κυρηναίων χώρα.

Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι β.