Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

297. Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τ΄· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνiμῳ, καὶ ἱερὸν Ἀφροδίτης.

298. Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβι δεξιᾷ) στάδιοι ρκε΄.

299. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκε΄.

300. Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι ν΄.

301. [Ἀπὸ Τρήτων εἷς τὸ Κουριακὸν στάδιοι ---].

302. Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρν΄· πόλις ἐστὶν ἀλίμενος ἀσφαλίζου τὸν τόπον.

303. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ. ---

304. Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι π΄· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.

503

305. Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι ν΄· πόλις ἐστὶ, λιμένα ἔχει.

305. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκ΄· ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.

306. Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τ΄.

307. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα --- στάδιοι ξ΄· ὄρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι ἀνάπλους.

308. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιο ψ΄.

309. Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σο΄· πόλις ἐστί· λιμέν ἔχει ἔρημον· χειμάζει βορέου.

310. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβοὸν στάδιοι ν΄· ὅρμος ἐστὶ θερινός.

504

311. Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τ΄· πόλις ἐστὶν ἀλίμενος.

312. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει ὕφορμον.

313. Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υν΄. πόλις ἐστὶν ἔχουσα ὅρμον.

314. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.

315. Ἀπὸ Καρπαθείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρ΄· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾷς περίπλους τῆς Κύπρου στάδιοι ασν΄.