Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία
  • χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη
  • τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο
  • ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,
  • ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις,
  • καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ
  • ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος,
  • Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν
  • κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι
  • Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον
  • ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει
  • Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ
  • Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή
  • πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον
  • ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν,
  • Κῶπαι δὲ πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ
  • πόλις Λεβάδεια χἱερὸν Τροφωνίου,
  • ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι.
  • Εἶτʼ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά
  • ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτʼ ἐχομένη