Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα.
  • Κίλικες μὲν οὖν Λύκιοί τε πρὸς τούτοις ἅμα
  • Κᾶρες Μαριανδυνοί τε παραθαλάττιοι.
  • οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι·
  • Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίον
  • Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικήν
  • Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.
  • 236
  • Εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶς
  • Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον,
  • ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι,
  • μετὰ ταῦτα δ᾿ , ὡς λέγουσιν, Ἑλλήνων ὅσοι
  • ἐπʼ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καί
  • σὺν Δηῖλέοντι Φλόγιος, ὄντες Θετταλοί,
  • ἔπειτα δʼ Ἁβρώνδας γένει Μιλήσιος·
  • ὑπὸ Κιμμερίων οὗτος δʼ ἀναιρεῖσθαι δοκεῖ·
  • μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης,
  • οἱ γενόμενοι φυγάδες ὅρῶν Μιλησίων·
  • οὗτοι συνοικίζουσι δʼ αὐτήν, ἡνίκα
  • ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.
  • Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν