Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Τὴν Τάναῖν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος,
  • τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα,
  • πρῶτοι νέμονται Σαρμάται, δισχίλια
  • στάδιʼ ἐπέχοντες.
  • Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος
  • Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος
  • [ὁ συγγραφεὺς] εἴρηκεν, ὡς δʼ Ἔφορος λέγει
  • Σαυροματῶν λέγεται ἔθνος.
  • Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας
  • τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέ
  • ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης.
  • ἐφ᾿ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.
  • Εἶτ᾿ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε,
  • ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ,
  • καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας
  • Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.
  • Ταύτας περιέχει τὰς πόλεις διακειμένας
  • νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου
  • χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,
  • ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις