Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς,
  • τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων,
  • ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.
  • Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις
  • Τύρας, ἄποικος γενομένη Μιλησίων.
  • Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένην
  • ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ
  • κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη,
  • μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένης
  • κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι
  • κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν.
  • διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν
  • ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει
  • 230
  • ἔχει ποταμῷ.
  • Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος,
  • κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων
  • τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν.
  • Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν
  • ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω
  • τόπους ἄπλωτός ἐστι κοῦ περάσιμος·