Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον·χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρειἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσειςτῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων,τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας228
πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος, ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένηκαὶ τῶν στομάτων οὐκ ἔστʼ ἐλάττον μὲν Ῥόδου,Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. ἐπʼ εὐθείας κατʼ αὐτὴν πελαγίαἈχιλλέως ἡ νῆσός ἐστι κειμένη.Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέωνθέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις.Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινάκαίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνοντετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος.229
(Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.)Ὁ ποταμός