Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
3Βιζώνη 4 Τοῦτο δέτὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων, τινὲς δʼ ἄποικον γεγονέναι Μεσημβρίας.Κάλλατις,ἀποικία τῶν Ἡρακλεωτῶν γενομένηκατὰ χρησμόν· ἔκτίσαν δὲ ταύτην, ἡνίκατὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν.227
Τόμοι δʼ ἄποικοι γενόμενοι Μιλησίων,ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι.ΠόλιςἼστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα.Ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σωθῶνεἰς τὴν Ἀπίαν στράτευμα διέβη βαρβάρωντὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.Ἴστρος ὁ ποταμόςκατέρχετʼ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος·καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν.Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται.