Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας
  • πέμψαντες εἰς Τραχῖνα, πρότερον ἐκτίσαν.
  • Ταύτης Πύλαια δʼ ἐστὶν ἑξῆς παράλιος
  • ἀγορὰ δʼ ἐν αὐτῇ γίνετʼ Ἀμφικτυονική.
  • Κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ,
  • Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις
  • Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις.
  • Ἔπειτ᾿ Ἀχαιοὶ παράλιοι Φθιωτικοί.
  • Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον.
  • Ὑπὲρ δὲ τούτους ἔστιν εὐβοτωτάτη
  • χώρα, κράτιστα πεδία καὶ τελεσφόρα
  • ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην
  • πόλιν συχνὰς ἄλλας τε, Πηνειὸς διʼ ἧς
  • μέγας διαρρεῖ ποταμὸς ἐπί τε τὰ στενά
  • Τέμπη διήκων, τήν τε πρὸς τῷ Πηλίῳ
  • λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα.
  • Τῇ Θετταλίᾳ δ᾿ ἔσθ᾿ ὅμορος Ἁθαμανία,
  • Δολόπων τε Περραιβῶν τε συνορίζοντ᾿ ἔθνη
  • τά τʼ Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων
  • δοκοῦσι Λαπιθῶν Μυρμιδόνων τε γεγονέναι.